1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

1

Ad eos qui scandalizati sunt

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως πρὸς τοὺς σκανδαλιζομένους ἐπὶ ταῖς

παρανομίαις ταῖς γινομέναις καὶ τῇ τοῦ λαοῦ καὶ πολλῶν ἱερέων διώξει καὶ διαστροφῇ καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας καὶ περὶ ἀκαταλήπτου.

p.1 Ἰατρῶν μὲν παῖδες, ὅταν πυρέττοντάς τινας ἢ ἕτερον τι νόσημα

νοσοῦντας μέλλωσι θεραπεύειν, αὐτοὺς πρῶτον ζητοῦσι τοὺς κάμνοντας ἰδεῖν, ὅτι πόρρωθεν αὐτῶν ὄντες οὐκ ἂν δύναιντο τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν· τοιοῦτον γὰρ καὶ ἡ τέχνη καὶ αὐτὴ τῶν νοσημάτων ἡ φύσις ἐκείνων. p.2 Ἡμεῖς δὲ οὐχ ἕνα που καὶ δύο ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην σκανδαλιζομένους θεραπεύειν ἐσπουδακότες οὐ δεόμεθά τινος τοιούτου. Οὐδὲ γὰρ εἰς οἶκόν τινος τῶν νοσούντων εἰσελθεῖν αἰτοῦμεν, οὐδ' ἔνθα κατάκεινται μαθεῖν, ἀλλ' οὐδὲ αὐτοὺς τοὺς ἀρρώστους ἰδεῖν ἐπιζητοῦμεν. Οὐκ ὄργανα μεταχειρίζομεν, οὐ χρημάτων ποιούμεθα δαπάνην, τὰ πρὸς ἰατρείαν ὠνεῖσθαι κελεύοντες τοὺς ἀσθενοῦντας· p.3 ἀλλὰ κἂν ἄγνωστοι ἡμῖν ὦσι, κἂν πρὸς αὐτὰς ἀπῳκισμένοι τὰς τῆς οἰκουμένης ἐσχατιάς, κἂν ἐν μέσοις βαρβάροις, κἂν ἐν αὐτῷ κείμενοι τῷ τῆς πτωχείας πυθμένι, κἂν πένητες τοσαύτην πενίαν ὥστε καὶ τῆς ἀναγκαίας ἀπορεῖν τροφῆς, οὐδὲν ἡμῖν τούτων πρὸς τὴν ἰατρείαν γίνεται κώλυμα· ἀλλ' ἑνὶ ἱδρυμένοι χωρίῳ, χωρὶς ὀργάνων καὶ φαρμάκων καὶ σιτίων καὶ ποτῶν καὶ χρημάτων καὶ μακρᾶς ἀποδημίας, τὴν νόσον ἀπελαύνομεν ταύτην. p.4 Πῶς καὶ τίνι τρόπῳ; τὸ τοῦ λόγου κατασκευάζοντες φάρμακον, τὸ ταῦτα πάντα γινόμενον τοῖς νοσοῦσι καὶ ἄμεινον ἢ τὰ εἰρημένα ἅπαντα. Καὶ γὰρ καὶ ἄρτου τρέφει μᾶλλον καὶ φαρμάκου διορθοῦται πλέον καὶ πυρὸς εὐτονώτερον καίει, ἀλγηδόνα μὲν οὐδεμίαν παρέχων, τῶν δὲ πονηρῶν λογισμῶν τὰ δυσώδη ῥεύματα ἀναστέλλων· καὶ σιδήρου τομώτερον τέμνει τὰ σεσηπότα ἀνωδύνως καὶ τοῦτο ποιοῦν δαπάνην οὐδεμίαν ἐργάζεται χρημάτων, οὐδὲ ἐπιτρίβει πενίαν. Τοῦτο οὖν κατασκευάσαντες τὸ φάρμακον, πᾶσι παραπεμπόμεθα καὶ πάντες, οἶδ' ὅτι, ἀπολαύσονται θεραπείας, μόνον εἰ τοῖς λεγομένοις μετὰ ἀκριβείας καὶ εὐγνωμοσύνης προσέχοιεν.

1.t Κεφ. αʹ. Ὅτι ἀναγκαῖον εἰπεῖν τὴν αἰτίαν ἀφ' ἧς τὸ σκάνδαλον

ἐτέχθη

1.1 Ἐπειδὴ δὲ καὶ ἐπὶ τῶν σωμάτων οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον πρὸς τὴν τῆς ἀρρωστίας ἀπαλλαγὴν συντελεῖν εἴωθε τὸ μαθεῖν τὸν κάμνοντα τῆς ἀρρωστίας τὴν ὑπόθεσιν οὐ γὰρ δὴ μόνον τῆς κατεχούσης αὐτὸν ἀπαλλαγήσεται νόσου τοῦτο μαθών, ἀλλ' οὐδὲ μετὰ ταῦτα αὐτῇ περιπεσεῖται, τὴν αἰτίαν γνοὺς ἀφ' ἧς αὐτῇ περιέπεσεν ἅπαξ καὶ φυλαττόμενος, φέρε καὶ ἡμεῖς τοῦτο πρῶτον τοὺς τὰ τοιαῦτα νοσοῦντας διδάξωμεν, πόθεν αὐτοῖς τὸ νόσημα τοῦτο γέγονε τοῦ σκανδάλου. 1.2 Εἰ γὰρ δὴ τοῦτο μάθοιεν, καὶ βουληθεῖεν φυλάξασθαι μετὰ ἀκριβείας αὐτό, οὐ ταύτης μόνον ἀπαλλαγήσονται τῆς ἀρρωστίας, οὐδὲ νῦν μόνον, ἀλλὰ καὶ διηνεκῶς καὶ ταύτης καὶ ἑτέρων πλειόνων. Τοιαύτη γὰρ καὶ ἡ τοῦ φαρμάκου τούτου φύσις ἐστὶν ὡς καὶ τὸ παρὸν θεραπεῦσαι καὶ τῶν ἄλλων γενέσθαι προφυλακτικὸν παθῶν. 1.3 Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία, ἀλλὰ καὶ πολλὰ κατὰ τὸν παρόντα βίον ἐστὶ τὰ σκανδαλίζοντα τοὺς ἀσθενεστέρους· καὶ τούτων ἁπάντων ὁ λόγος ἡμῶν ἐπαγγέλλεται τοὺς ἁλόντας ἐλευθεροῦν, μόνον εἰ βουληθεῖεν-ὅπερ καὶ ἔμπροσθεν