1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

Ad illuminandos catecheses

49.223 ΚΑΤΗΧΗΣΙΣ ΠΡΩΤΗ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι, καὶ διὰ τί λουτρὸν παλιγγενεσίας καὶ

οὐκ ἀφέσεως ἁμαρτημάτων λέγεται, καὶ ὅτι ἐπικίνδυνον οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν, κἂν εὐορκῶμεν.

αʹ. Ὡς ποθεινὸς καὶ ἐπέραστος τῶν νέων ἡμῖν ἀδελφῶν ὁ χορός· ἀδελφοὺς

γὰρ ὑμᾶς ἐγὼ καὶ πρὸ τῶν ὠδίνων ἤδη καλῶ, καὶ πρὸ τοῦ τόκου τὴν συγγένειαν τὴν πρὸς ὑμᾶς ἀσπάζομαι. Οἶδα γὰρ, οἶδα σαφῶς εἰς ὅσην μὲν ἄγεσθαι μέλλετε τιμὴν, εἰς ὅσην δὲ ἀρχήν· τοὺς δὲ ἀρχὴν μέλλοντας λαμβάνειν, καὶ πρὸ τῆς ἀρχῆς εἰώθασι τιμᾷν ἅπαντες, διὰ τῆς θεραπείας εὔνοιαν ἑαυτοῖς προαποτιθέμενοι πρὸς τὸ μέλλον. Τοῦτο δὲ καὶ αὐτὸς ποιῶ νῦν· οὐ γὰρ εἰς ἀρχὴν ἄγεσθαι μέλλετε ψιλὴν, ἀλλ' εἰς βασιλείαν αὐτήν· μᾶλλον δὲ οὐκ εἰς βασιλείαν ἁπλῶς, ἀλλ' εἰς αὐτὴν τῶν οὐρανῶν τὴν βασιλείαν. ∆ιὰ τοῦτο ὑμῶν δέομαι καὶ ἀντιβολῶ, ἵνα μνησθῆτέ μου, ὅταν ἔλθητε εἰς βασιλείαν ἐκείνην, καὶ ὅπερ ὁ Ἰωσὴφ ἔλεγε πρὸς τὸν ἀρχιοινοχόον· Μνήσθητί μου, ὅταν εὖ σοι γένηται· τοῦτο κἀγὼ λέγω πρὸς ὑμᾶς ἄρτι· Μνήσθητέ μου ὅταν εὖ ὑμῖν γένηται. Οὐκ ἐνυπνίων ταύτην ἀπαιτῶ τὴν ἀμοιβὴν καθάπερ ἐκεῖνος· οὐ γὰρ ὀνείρατα ἦλθον διαλῦσαι ὑμῖν, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς διηγησόμενος πράγματα, καὶ εὐαγγέλια κομίζων ἀγαθῶν τοιούτων, Οἷα οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τοιαῦτά ἐστιν Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὁ μὲν οὖν Ἰωσὴφ ἔλεγε πρὸς τὸν οἰνοχόον ἐκεῖνον· Ἔτι τρεῖς ἡμέραι, καὶ ἀποκαταστήσει σε Φαραὼ εἰς τὴν ἀρχιοινοχοΐαν σου· ἐγὼ δὲ οὐ λέγω, Ἔτι τρεῖς ἡμέραι, καὶ εἰς οἰνοχοΐαν ἐνεχθήσεσθε τυράννου· ἀλλ' ἔτι τριάκοντα ἡμέραι, καὶ ἀποκαταστήσει ὑμᾶς οὐχὶ Φαραὼ, ἀλλ' ὁ τῶν οὐρανῶν βασιλεὺς εἰς τὴν ἄνω πατρίδα, εἰς τὴν ἐλευθέραν Ἱερουσαλὴμ, εἰς τὴν πόλιν τὴν ἐν τοῖς οὐρανοῖς. Κἀκεῖνος μὲν ἔλεγεν, ὅτι ∆ώσεις τὸ ποτήριον εἰς χεῖρας τοῦ Φαραώ· ἐγὼ δὲ οὐ λέγω, ὅτι δώσετε τὸ ποτήριον εἰς τὰς χεῖρας τοῦ βασιλέως, ἀλλ' ὅτι αὐτὸς ὁ βασιλεὺς εἰς χεῖρα τὴν ὑμετέραν δώσει τὸ ποτήριον τὸ φρικτὸν καὶ πολλῆς γέμον δυνάμεως, καὶ τῆς κτίσεως τιμιώτερον ἑκατέρας. Ἴσασιν οἱ μεμυημένοι τοῦ ποτηρίου τούτου τὴν ἰσχύν· εἴσεσθε δὲ καὶ ὑμεῖς μικρὸν ὕστερον. Μνήσθητε οὖν, ὅταν ἔλθητε εἰς τὴν βασιλείαν ἐκείνην, ὅταν τὸ ἱμάτιον τὸ βασιλικὸν ἀπολάβητε, ὅταν τὴν πορφύραν περιβάλησθε τὴν αἵματι βαφεῖσαν ∆εσποτικῷ, ὅταν διάδημα ἀναδήσησθε τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἔχον πανταχόθεν ἐκπηδώσας λαμπηδόνας. Τοιαῦτα γὰρ τοῦ νυμφίου τὰ ἕδνα, μείζονα μὲν τῆς ἡμετέρας ἀξίας, ἄξια δὲ τῆς αὐτοῦ φιλανθρωπίας. ∆ιὰ ταῦτα ὑμᾶς ἐντεῦθεν ἤδη καὶ πρὸ τῶν ἱερῶν ἐκείνων μακαρίζω παστάδων· οὐ μακαρίζω δὲ μόνον, ἀλλὰ 49.224 καὶ ἐπαινῶ τὴν εὐγνωμοσύνην, ὅτι μὴ καθάπερ οἱ ῥᾳθυμότεροι τῶν ἀνθρώπων, ἐν ἐσχάταις ἀναπνοαῖς τῷ φωτίσματι προσήλθετε, ἀλλ' ἐντεῦθεν ἤδη καθάπερ οἰκέται εὐγνώμονες, μετὰ πολλῆς εὐνοίας ὑπακοῦσαι ∆εσπότῃ παρεσκευασμένοι, τὸν αὐχένα τῆς ψυχῆς μετὰ πολλῆς ἐπιεικείας τε καὶ προθυμίας ὑπὸ τὴν ζεύγλην ἠγάγετε τοῦ Χριστοῦ, καὶ τὸν ζυγὸν ἐδέξασθε τὸν χρηστὸν, καὶ τὸ φορτίον ἐλάβετε τὸ ἐλαφρόν. Εἰ γὰρ καὶ τὰ τῆς χάριτος ἴσα ὑμῖν καὶ τοῖς ἐν τῇ τελευτῇ μυσταγωγουμένοις, ἀλλὰ τὰ τῆς προαιρέσεως οὐκ ἴσα, οὐδὲ τὰ τῆς παρασκευῆς τῶν πραγμάτων. Ἐκεῖνοι μὲν γὰρ ἐν τῇ κλίνῃ λαμβάνουσιν, ὑμεῖς δὲ ἐν τοῖς κόλποις τῆς Ἐκκλησίας τῆς κοινῆς ἁπάντων ἡμῶν μητρός· κἀκεῖνοι μὲν ὀδυρόμενοι καὶ δακρύοντες, ὑμεῖς δὲ χαίροντες καὶ εὐφραινόμενοι· ἐκεῖνοι στένοντες, ὑμεῖς δὲ εὐχαριστοῦντες· κἀκεῖνοι μὲν πολλῷ κεκαρωμένοι τῷ πυρετῷ, ὑμεῖς δὲ πολλῆς ἐμπεπλησμένοι τῆς πνευματικῆς ἡδονῆς.