1
Ascetam facetiis uti non debere
ΟΤΙ ΟΥ ΧΡΗ ΕΥΤΡΑΠΕΛΙΖΕΙΝ ΤΟΝ ΑΣΚΗΤΗΝ
48.1055 Πανάγιαι αἱ παραινέσεις τοῦ μακαρίου Παύλου, μετὰ φόβου κελεύουσαι τὴν
ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι. Ὁ γὰρ μὴ μετὰ φόβου καὶ πολλῆς ἐπιμελείας τὴν ἄσκησιν τῆς ἀρετῆς ἐργαζόμενος, πολλὰς ὑφίσταται τὰς εἰς τὸ κακὸν ἐκτροπὰς, καὶ ὥσπερ ἐξ εὐθείας καὶ βασιλικῆς ὁδοῦ πλανώμενος εἰς τὰς δι' ἀκανθῶν καὶ σκολόπων πλαγίας καὶ ἀνοδίας· διὸ καὶ πρὸς τὸν Θεὸν εὐχαὶ ἀδιάλειπτοι ὁδηγοὶ εἰς τὸ ἀγαθὸν γίνονται, Ὁδήγησόν με, λεγόντων, ἐπὶ τὴν ἀλήθειάν σου· καὶ, Κατάρτισον τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου. Ἀγαθὸν οὖν ἡ χρηστότης, καὶ ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀγαθῶν· τούτοις δὲ ἀκολουθεῖ φαιδρότης πολλὴ, καὶ γέλως ὑπερβάλλων τὸ μέτρον, καὶ ἡ τὴν σεμνότητα ταπεινοῦσα εὐτραπελία. ∆εινὸν δὴ τὸ διαχυθῆναι τῇ εὐτραπελίᾳ. Ὁ γὰρ γέλως χαυνοῖ τὸν δεσμὸν τῆς σωφροσύνης, γέλως ἀπωθεῖ σεμνότητα, γέλως οὐ μιμνήσκεται φόβου Θεοῦ, γέλως οὐ φοβεῖται ἀπειλὴν γεέννης, γέλως πορνείας ὁδηγὸς, εὐτραπελία ἔλεγχός ἐστι τοῦ ἀκολάστου ἀνθρώπου, γελωτοποιία εἰς ῥᾳθυμίαν κατενεχθῆναι ποιεῖ, γελωτοποιία καταφρονήσεως πρόφασις. ∆ιὰ τοῦτο ὁ μακάριος Ἀπόστολος ἀπαγορεύει λέγων· Μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ μᾶλλον εὐχαριστία· τοῦτο λέγων, ὅτι τὴν εὐθυμίαν μὴ πρόφασιν κτήσησθε ῥᾳθυμίας, ἀλλὰ εὐχαριστίας ὑπόθεσιν πρὸς τὸν δεδωκότα. ∆ιὰ τοῦτο μαρτυρεῖ μὲν Ἰὼβ ὑπὲρ ἑαυτοῦ λέγων· Εἰ δὲ καὶ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν. Ἐπιπλήττει δὲ τῷ φιλογέλωτι τρόπῳ Σολομών· Ἀγαθὸν, φησὶ, θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία. Καρδία σοφῶν ἐν οἴκῳ πένθους, καρδία δὲ ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης. Ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφῶν ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων. Τὸ δὲ ἀπρεπὲς καὶ ἄτιμον τῶν εἰς γέλωτα ἐγκειμένων ἐλέγχων, φησί· Φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων. Πρὸς τί δὲ προσήκει τὸ πάνυ φαιδρὸν καὶ ἱλαρὸν εἰς τὸ σοφὸν ἡσύχιον καὶ σεμνὸν αἰσθήτι. Καὶ διὰ φόβου καὶ μερίμνης τοῦ ὀφθῆναι Θεῷ περιαιρεῖν τὸ ἄγαν ἱλαρόν. Οἱ γὰρ φαιδρότησιν ἀμέτροις καὶ γελοίοις διαχεόμενοι ἐοίκασιν ἀγνοεῖν τὰ καθ' ἑαυτοὺς, λήθῃ τινὶ βεβαρημένοι τὴν ψυχὴν, καὶ μηδὲ τοῦ ∆εσπότου τὴν παρουσίαν προσδοκῶντες. Οὔπω τοῦ ∆εσπότου τὴν εὐμένειαν, ὦ ἄνθρωπε, οὔπω τῶν κακῶν βεβαίως ἔχεις τὴν ἀπαλλαγήν· οὐ γινώσκεις τὸ μικρὸν ὕστερον ἐσόμενον, ὅ τι μὲν αὐτὸς ἔσῃ, τί δέ σοι συμβήσεται· εἶτα γελᾷς ἀφροντίστως, καὶ εὐτραπελίζεις, καὶ ἄγεις σεαυτὸν ἀφόβως, δέον ἐγκεῖσθαι ταῖς πρὸς Θεὸν ἱκεσίαις, ἀγωνιᾷν δὲ ὑπὲρ τῶν μελλόντων, καὶ τρέμειν μὲν ὑπὲρ αὑτοῦ μή ποτε τῆς ἀρετῆς ἐκτραπῇς, φροντίζειν δὲ καὶ δεδοικέναι περὶ τῶν ἀπαντησομένων μὴ χαλεπώτερα καὶ μείζονα τῆς σῆς δυνάμεως ἐπέλθοι, τοσούτων καὶ τηλικούτων ἐν μέσῳ πολέμων ἀπειλημμένος; Ἀγῶνα ἐχέτω ἡ ψυχή σου· πολεμοῦσιν ἀοράτως δαίμονες, πολεμοῦσι προφανῶς ἄνθρωποι, πολεμεῖ τὰ τῆς ψυχῆς ἔνδον πάθη, αἱ διὰ σώματος ἐγειρόμεναι ἡδοναὶ, καὶ αἱ περὶ τὸ σῶμα ἔξωθεν συμφοραί.
Τοῖς γὰρ πλησίον οὐ συναλγεῖς, οὐκ ἀσθενεῖς μετὰ τῶν ἀσθενούντων, οὐ κλαίεις μετὰ τῶν κλαιόντων, οὐ δέδοικας περὶ τῶν μὴ βεβαίως περὶ τὴν πίστιν διακειμένων, μὴ μετακινηθῶσι καὶ πέσωσιν· οὐ θρηνεῖς τοὺς πεπτωκότας, οὐ χεῖρα ὀρέ 48.1056 γεις τοῖς κειμένοις, οὐκ ἐπιλαμβάνῃ τοῦ γελῶντος ἔνδοθεν στεναγμοῖς, ἐπειδὴ ἐληθάργησε τὴν ἡτοιμασμένην κόλασιν· οὐκ ἀνατρέπει σου τὴν ἄκαιρον τρυφὴν ὁ τοῦ συνεσταλμένου καιροῦ λογισμὸς, οὐχὶ τῆς μελλούσης φοβερᾶς ἡμέρας