1

 2

 3

1

Caritatem secundum deum rem esse deo digna

Ὅτι θεοπρεπὲς ἔργον ἡ κατὰ Θεὸν ἀγάπη ἐστί.

61.681 Ἀγάπην τὴν οὐρανοκλίμακα λόγος οὐδεὶς κατ' ἀξίαν ὑμνῆσαι δύναται.

Ἀγάπη τοῦ Πατρὸς σύνθρονός ἐστιν, ἀγάπη τὰ ἐπίγεια συνάπτει πρὸς τὰ οὐράνια· περὶ ἧς γλῶττα οὐκ ἐπαρκέσει, οὔτε νοῦς ἐξευρήσει ἐπαξίως δοξάσαι· τὸ δὲ ἔργον αὐτὸ δεικνύει ἡγεμόνα οὖσαν τῆς ἀρίστης πολιτείας τὴν ἀγάπην. Τῇ γὰρ δημιουργίᾳ τοῦ Θεοῦ αὕτη τελείαν περιβάλλει εὐπρέπειαν· αὕτη τῶν πολλῶν εἰς ἑνότητα παιδαγωγὸς, ἡ πρὸς ὁμοιότητα τοῦ ἑνὸς καὶ τοῦ ἁγίου κάλλους τὰ πλήθη τῶν ἀνθρώπων ἐξεικονίζουσα ἀγγέλους καὶ ἀνθρώπους. Μία γὰρ οὖσα μορφὴ πᾶσαν λογικὴν φύσιν μορφοῖ εἰς τὴν τοῦ Θεοῦ ὁμοιότητα· οὐ τοῖς ἀπαλλοτριουμένοις ἀπ' αὐτοῦ, ἀλλὰ τοῖς ὑπ' αὐτοῦ γενησομένοις καὶ συγκεκραμένοις ἐπαναπαύεται. Πλείους μὲν ὄντες εἰς μίαν οἱ πάντες νενευκότες συμφωνίαν, κάλλιστόν τι καὶ τερπνὸν ἐφ' ἑαυτοῖς ἁρμονίαν ἐκφαίνουσιν. Οὕτω τὰ διὰ τοῦ ἁγίου Πνεύματος πολλὰ καὶ διάφορα ἐνεργήματα, πρὸς μίαν καὶ ἀγαθὴν ὁμοφροσύνην συναγόμενα, θεοειδέστατον καὶ θεοπρεπέστατον κάλλος ἐκφαίνει, τιμιώτατον Θεῷ καὶ τῆς ἁγίας εὐφροσύνης ἄξιον τῆς παρὰ τῷ ∆ημιουργῷ.

∆ιὰ τὴν ἀγάπην τὴν πρὸς ἀνθρώπους καταβέβηκεν ὁ Θεὸς ἐπὶ τῆς γῆς, καὶ μετὰ τῶν ἀνθρώπων συνανεστράφη, οὐκ ἐν ἀποκρύφῳ καὶ ἀφωρισμένῳ, καθάπερ πρότερον, ἁγιάσματι προσκυνούμενος, ἀλλ' ὁμόσκηνος ἀνθρώποις εἰς ὁμοιότητα καὶ συνδιατριβὴν ἡμετέραν κατελθὼν, ἵνα εἰς τὴν ἑνὸς Πνεύματος οἰκειότητα πάντας προσαγόμενος, ὥσπερ ἓν σῶμα καὶ ἓν πνεῦμα κατασκευάσῃ. Ὑπηρέτις οὖσα τοῦ Κυρίου καὶ τοῦ Πνεύματος ὑπουργὸς ἡ θεία ἀγάπη, τὰ διεστῶτα συνάγει, τὰ ἀπηλλοτριωμένα οἰκειοῖ. Ὢ Χριστοῦ θαυμάσιον ἔργον, ἡ ἀγάπη! ὢ κόσμου σωτηρίας μυστήριον! ∆ι' ἀγάπην ἀποστέλλει ὁ Πατὴρ καὶ Θεὸς εἰς τὸν κόσμον τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· Ὁ Χριστὸς γὰρ, φησὶν, ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· ἀγάπη τοὺς ὑπὲρ τοῦ πλησίον πόνους ἡδέως φέρει, δι' ἀγάπην δοῦλοι ἀλλήλων εἶναι κελευόμεθα· ∆ιὰ γὰρ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· ἀγάπη τὰς ἰδίας ἑνὸς ἑκάστου κτήσεις κοινὰς ἁπάντων ἐργάζεται· ἀγάπη δεικνύει σοι τὸν πλησίον, ὡς ἑαυτὸν, καὶ φέρει ἁμαρτήματα, ὡς καὶ τὰ ἑαυτοῦ. Ὀλίγα μὲν ὀργισθήσῃ, πλεῖστα δὲ μακροθυμήσεις. ∆ι' ἀγάπην αὐξάνεται ἡ ποίμνη τοῦ Χριστοῦ· ἀγάπη φονικοὺς πραΰνει θυμοὺς, ὅπλα πολεμίων ἀμβλύνει, καὶ λήθην πολεμίων ἐντίθησιν ἁπάντων, καὶ τὴν εἰρηνικὴν πολιτείαν Χριστοῦ τῷ κόσμῳ εἰσάγει. Οὐ λήψεται γὰρ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. ∆ιὰ τοῦτο, Ἀνατελεῖ, φησὶν, ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη 61.682 καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη· Λαμπρὸς δὲ καὶ ὁ τύπος τῆς εἰρηνικῆς πολιτείας. Ὢ τῆς μακαρίας εἰρήνης ἀρχηγὸς ἀγάπη! ἡ τὸν ἐχθρὸν καὶ πολέμιον ἐν ἀνθρώποις ἀπελαύνουσα δαίμονα, δι' ἧς στένει μὲν ὁ διάβολος ἐπ' ἀνθρώποις εἰρηνικοῖς, συνήδονται δὲ ἄγγελοι τῆς ἑαυτῶν εἰρήνης εἰκόνα ἐν ἀνθρώποις ὁρῶντες, φαιδροὶ πρὸς ἀλλήλους ἡμεῖς ἐσμεν, καὶ πάσης εὐθυμίας μεῖζον ἀδελφὸς ὀφθεὶς ἀδελφῷ.

Παρακαλεῖσθαι γοῦν ἐπὶ ταῖς θλίψεσι φησὶν ὁ Παῦλος ἐπὶ τῇ παρουσίᾳ Τίτου· ὅτε δὲ οὐ πάρεστιν, οὐκ ἔχει ἄνεσιν τῷ πνεύματι. Ἀγάπη Θεοῦ, καὶ ἀδελφῶν ἀγάπη, δύο ἀχώριστα. Καὶ ταύτην, φησὶν ὁ Ἰωάννης, ἐντολὴν ἔχομεν παρὰ τοῦ Θεοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Τοῦτο γὰρ εἶπε καὶ τῷ Πέτρῳ· Εἰ ἀγαπᾷς με, βόσκε τὰ πρόβατά μου. Τουτέστι, ∆εῖξον τὴν πρὸς τὸν ποιμένα ἀγάπην,