1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

1

Catecheses ad illuminandos

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ὁμιλίαι κατηχητικαὶ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι καὶ πρὸς νεοφωτίστους καὶ εἰς τὴν ἐπιγραφὴν

τῶν πράξεων τῶν ἀποστόλων.

Κατήχησις πρώτη πρὸς τοὺς μέλλοντας φωτίζεσθαι. 1.1 Χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ὁ παρὼν καιρός· ἰδοὺ γὰρ

παραγεγόνασιν ἡμῖν αἱ ποθειναὶ καὶ ἐπέραστοι τῶν πνευματικῶν γάμων ἡμέραι. Οὐδὲ γὰρ ἂν ἁμάρτοι τις γάμον ὀνομάζων τὰ νῦν γινόμενα, καὶ οὐ γάμον μόνον ἀλλὰ καὶ στρατολογίαν τινὰ θαυμαστὴν καὶ παράδοξον. Καὶ μὴ νομίσῃ τις ἐναντία εἶναι τὰ εἰρημένα ἀλλ' ἀκουέτω τοῦ μακαρίου Παύλου τοῦ τῆς οἰκουμένης διδασκάλου ἀμφοτέροις τούτοις κεχρημένου τοῖς παραδείγμασι καί ποτε μὲν λέγοντος· «Ἡρμωσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ»· ἀλλαχοῦ δὲ καθάπερ στρατιώταις μέλλουσιν εἰς πόλεμον ἐξιέναι οὕτω τὰ ὅπλα περιτιθέντος καὶ λέγοντος πάλιν· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου».... 1.2 Σήμερον χαρὰ γίνεται ἐν οὐράνῳ καὶ ἐπὶ γῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι τοσαύτη γίνεται ἡδονή, ἐπὶ πλήθει τοσούτῳ ἀθρόον τῶν μὲν τοῦ διαβόλου παγίδων καταγελάσαντι, εἰς δὲ τὴν τοῦ Χριστοῦ ποίμνην ἐγγραφῆναι σπουδάσαντι πόσῳ μᾶλλον χαρὰ γίνεται τοῖς ἀγγέλοις καὶ τοῖς ἀρχαγγέλοις καὶ πᾶσι ταῖς ἄνω δυνάμεσι καὶ πᾶσι τοῖς ἐπὶ τῆς γῆς. 1.3 Φέρε τοιγαροῦν καθάπερ μελλούσῃ νύμφῃ εἰς τὰς παστάδας εἰσάγεσθαι τὰς ἱερὰς διαλεχθῶμεν καὶ ὑμῖν ὑποδεικνύντες τοῦ νυμφίου τὸν ὑπερβάλλοντα πλοῦτον καὶ τὴν ἄφατον φιλανθρωπίαν ἣν περὶ αὐτὴν ἐπιδείκνυται, καὶ αὐτῇ δείξωμεν οἵων ἀπαλλαττομένη, τίνων ἀπολαύειν μέλλει. Καὶ εἰ δοκεῖ, πρῶτον τὰ κατ' αὐτὴν γυμνάσωμεν καὶ ἴδωμεν ἐν τίσιν αὐτὴν οὖσαν καὶ ὅπως αὐτὴν διακειμένην ὁ νυμφίος προσίεται· οὕτω γὰρ μάλιστα καὶ τοῦ κοινοῦ πάντων δεσπότου δειχθήσεται τὸ ἄπειρον τῆς φιλανθρωπίας. Οὐδὲ γὰρ τῆς εὐμορφίας αὐτῆς οὐδὲ τοῦ κάλλους ἐρασθεὶς οὐδὲ τῆς ὥρας τοῦ σώματος οὕτως αὐτὴν προσήκατο ἀλλὰ δυσειδῆ μᾶλλον καὶ ἄμορφον καὶ αἰσχρὰν καὶ πανταχόθεν καὶ ῥυπαρὰν καὶ σχεδὸν εἰπεῖν ἐν αὐτῷ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων κυλιομένην, οὕτως εἰς τὴν νυμφῶνα εἰσήγαγεν. 1.4 Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων παρ' ἡμῶν, εἰς σωματικὴν παχύτητα καταπιπτέτω· περὶ γὰρ ψυχῆς ἡμῖν ὁ λόγος καὶ τῆς ταύτης σωτηρίας. Οὐδὲ γὰρ ἡ οὐρανομήκης ἐκείνη ψυχὴ ὁ μακάριος Παῦλος, ἡνίκα ἔλεγεν· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ» ἕτερόν τι ἡμῖν ᾐνίξατο ἢ ὅτι τὰς τῇ εὐσεβείᾳ προσελθούσας ψυχὰς ἐκείνας, καθάπερ τινὰ παρθένον ἁγνὴν ἥρμοσε τῷ Χριστῷ. 1.5 Ταῦτα τοίνυν ἀκριβῶς εἰδότες, μάθωμεν σαφῶς τὴν προτέραν αὐτῆς ἀμορφίαν ἵνα θαυμάσωμεν τοῦ δεσπότου τὴν φιλανθρωπίαν. Τί γὰρ ἂν εἴη ταύτης δυσειδέστερον, τῆς τὴν οἰκείαν προεδρίαν καταλιπούσης καὶ τῆς ἄνωθεν εὐγενείας ἐπιλαθομένης, τῆς περὶ λίθους καὶ ξύλα καὶ τὰ ἄλογα καὶ τὰ τούτων ἀτιμότερα τὴν θεραπείαν ἐπιδεικνυμένης καὶ ὑπὸ τῆς κνίσης καὶ τοῦ λύθρου τοῦ αἵματος καὶ τοῦ καπνοῦ τὴν ἀμορφίαν ἐπιτεινούσης; Ἐντεῦθεν γὰρ λοιπὸν καὶ ὁ ποικίλος τῶν ἡδονῶν ἑσμός, οἱ κῶμοι, αἱ μέθαι, αἱ ἀσέλγειαι, πάντα τὰ αἰσχρὰ ἐπιτηδεύματα οἷς καὶ οἱ ὑπ' αὐτῶν θεραπευόμενοι δαίμονες χαίρουσιν. 1.6 Ἀλλὰ ταύτην τὴν οὕτω διακειμένην καὶ εἰς αὐτὴν τὴν