1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

1

Commentarius in Job

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ

ΜΑΚΑΡΙΟΝ ΙΩΒ

Ἄξιον πρῶτον ἐπιζητῆσαι, πότε οὗτος ὁ ἀνὴρ γέγονεν. τινὲς μὲν οὖν αὐτόν φασι πρὸ τοῦ Μωσέως εἶναι καὶ πέμπτον ἀπὸ Ἀβραάμ, τινὲς δὲ ἐν τῷ νόμῳ. ἀλλὰ μηδέπω ἀποφαινώμεθα, ἕως ἂν ἀπ' αὐτῆς τῆς ἱστορίας μάθωμεν, εἴτε ἐν τούτῳ εἴτε ἐν ἐκείνῳ τῷ χρόνῳ ἦν. οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἡμῖν συντελεῖ πρὸς τὸ γνῶναι τοῦ ἀνδρὸς τὴν ἀρετήν· οὐ γάρ ἐστιν ἴσον ἀπολαύσαντα τῶν Μωσαϊκῶν τοιοῦτον εἶναι, οὕτως ἐνάρετον καὶ θαυμαστόν, καὶ πρὸ ταύτης τῆς παραινέσεως τοσαύτην ἐπιδείκνυσθαι τὴν ἰσχύν. ὅτι μὲν γὰρ μέγας ἦν ὁ ἀνήρ, καὶ αὐτὰ τὰ πράγματα δηλοῖ, δηλοῖ δὲ καὶ ὁ θεὸς λέγων· ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ ∆ανιήλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται. τίνος δὲ ἕνεκεν αὐτοῦ Μωσῆς οὐχὶ μέμνηται; ποία γὰρ ἦν ἀνάγκη μνησθῆναι ἢ τίνος ἕνεκεν; 2 σὺ δέ μοι θέα, πῶς οὐδὲν αὐτὸν ὁ πρόγονος παρέβλαψεν ὁ Ἠσαῦ. οὐκ ἦν ἀπὸ τοῦ Ἀβραάμ; μᾶλλον δέ, οὐκ ἦν ἀπὸ τοῦ Ἰακώβ, ἀλλὰ καὶ χώραν ξένην εἶχεν· ὁρᾷς, ὅτι πᾶσι διδασκάλους ἔπεμψεν ὁ θεός; σὺ δέ μοι βλέπε, πῶς ἄνωθεν ἡ γνῶσις τοῦ θεοῦ πανταχοῦ δήλη ἦν. ὁρᾷς γὰρ καὶ τοὺς φίλους αὐτοῦ ἔννοιαν ἔχοντας περὶ θεοῦ· τίς αὐτοὺς ἐδίδαξεν; τίς κατήγγειλεν; καὶ γὰρ ἐμοὶ δοκεῖ πρὸ τοῦ νόμου εἶναι, καὶ δῆλον αὐτόθεν, ὥστε εἰκότως ἄν τις εἴποι, ὅτι πρῶτον τοῦτο τὸ βιβλίον διδάσκαλός τις καὶ κῆρυξ ἦν τῆς τοῦ θεοῦ γνώσεως, ἀλλὰ διὰ βίου μὲν καὶ ὑπομονῆς δῆλον. ἔδει δὲ καὶ σημεῖα γενέσθαι ἐπ' αὐτοῦ, ὥστε καὶ ταύτῃ ἀπηρτισμένον εἶναι τὸν διδάσκαλον. καθάπερ γὰρ ἐπὶ τοῦ Ἀβραὰμ πολλὰ γέγονε σημεῖα, οὕτω καὶ ἐνταῦθα. καὶ ὅρα, πῶς ἔρχονται βασιλεῖς αὐτοὶ μάρτυρες τῶν δεινῶν ἐσόμενοι. ἐπειδὴ γὰρ μετὰ τὴν τῶν δεινῶν ἐπαγωγὴν ἤμελλεν ἄπιστος εἶναι ἡ πρὸς τὸ βέλτιον αὐτοῦ μεταβολή, διὰ τοῦτο πολὺν χρόνον ποιεῖ καὶ πολλοὺς γενέσθαι θεατάς, καὶ ἔξω αὐτὸν καθίζει πᾶσιν ἐσόμενον θέατρον τοῖς βουλομένοις ὁρᾶν, ἵνα, ὅταν αὐτὸν μέλλῃ πρὸς τὸ βέλτιον μετατιθέναι, μηδεὶς ἀπιστῇ, ὅτι οὗτος ἐκεῖνος ἦν. καθάπερ γὰρ τὸν Λάζαρον τεσσάρων ἡμερῶν ἀφῆκε γενέσθαι νεκρόν, ἵνα μὴ ἀπιστηθῇ ἡ ἀνάστασις, οὕτω καὶ τοῦτον πολὺν χρόνον εἴασεν, ἅμα μὲν τὴν ὑπομονὴν αὐτοῦ δεικνύς, ἅμα δὲ καὶ τὸ θαῦμα πιστούμενος τῆς μεταβολῆς. οἱ γὰρ οὕτως αὐτὸν ἑωρακότες, οἱ διακωμῳδοῦντες, οὗτοι μετὰ ταῦτα μεταβληθέντα ἰδόντες οὐκέτι ἔμελλον ἀπιστεῖν, ὅτι οὗτος ἐκεῖνος ἦν. καὶ καθάπερ τότε ἐκεῖνοι οἱ εἰπόντες ἐπὶ τοῦ Λαζάρου, ὅτι ἤδη ὄζει διὰ τῶν πραγμάτων ἐδιδάσκοντο τὴν ἀλήθειαν, οὕτω δὴ καὶ νῦν ἐγίνετο. ὁρᾷς, πῶς πανταχοῦ προνοεῖ τῶν ἀνθρώπων ὁ θεός; ὅτε ἦσαν ἐν Αἰγύπτῳ οἱ Ἰουδαῖοι καὶ ἔρημος ἦν αὕτη ἡ χώρα τῶν διορθούντων, εἶχον τὰ κατὰ τὸν ˉ̓Ιώβ. ὅρα γὰρ αὐτὸν ἐν πλούτῳ καὶ πενίᾳ ἀμφοτέρων παράδειγμα ὄντα, οὔτε ἐκεῖθεν φυσηθέντα οὔτε 3 ἐντεῦθεν ταπεινωθέντα, καὶ πρὸ νόμου ὡς μετὰ νόμον τὴν ἀρετὴν μεταδιώξαντα. δικαίῳ, γάρ φησιν, νόμος οὐ κεῖται. ὅρα τῆς φύσεως τοὺς λογισμοὺς λάμποντας· πόθεν οὗτος ἐπέγνω τὸν θεόν; πόθεν οὕτως ἐθεράπευσεν; πόθεν ἔφυγε πλάνην; πόθεν τὴν πολιτείαν τὴν εὐαγγελικὴν ἐπεδείξατο, πόθεν τὴν ὑπομονὴν τὴν τοσαύτην; οὐδὲν ἔμαθε παρ' οὐδενός. πόθεν ἐγένετο τοιοῦτος; τίς ἐδίδαξεν; τίς ἐπαίδευσεν; ὁρᾷς, ὅτι οὐδενὸς καινοῦ καὶ ξένου διδάσκαλος ἦλθεν ὁ Χριστός; 1,1a Ανθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. ὅρα πρῶτον ἐγκώμιον· ἄνθρωπος ἦν. οὐ γὰρ δὴ μικρὸν ἐγκώμιον τοῦτο, τὸ ἄνθρωπον εἶναι. ἐν χώρᾳ, φησίν, τῇ Αὐσίτιδι. καὶ τοῦτο μέγα ἐγκώμιον. τὸ γὰρ ἐν Ἀραβίᾳ εἶναι, ἔνθα πάντες ἦσαν διεφθαρμένοι, ἔνθα οὐδὲν