1

 2

 3

1

Contra haereticos

Κατὰ αἱρετικῶν.

60.745 Χορευτὰς τῆς εὐσεβείας ὑμᾶς καὶ στρατιώτας εἰδότες, νῦν μὲν τὴν τῶν ἠθικῶν ὡς χορευταῖς γλυκυφωνίαν προτίθεμαι, νῦν δὲ τὴν δογματικὴν ταῖς ἀκοαῖς αὐστηρότητα, καθάπερ σάλπιγγος φωνὴν, ὑπηχοῦμεν ὁπλίταις. Ἐξ ἀμφοτέρων γὰρ ἡ τῆς εὐσεβείας συντέθειται μόρφωσις, τῶν μὲν ἠθικῶν τὴν τοῦ σώματος τάξιν ἀναπληρούντων, τῆς δὲ τῶν δογμάτων παραζεύξεως ἐν τῇ τῆς ψυχῆς τεταγμένης ἀξίᾳ. Καθάπερ γὰρ σώματος ἀποζευχθέντος ψυχῆς, ἡ τῶν μελῶν ἄχρηστος ᾖ κἂν ἐπαινῆται συνθήκη· οὕτω καὶ τῆς τῶν ἠθικῶν ἀρετῆς τὸ κάλλος νεκρὸν, τῇ τῶν δογμάτων δυνάμει μὴ ψυχούμενον. Τί γὰρ ὄφελος ἠθῶν σωφρονεῖν παιδευθέντων, ὅταν τὸν τῆς σωφροσύνης κριτὴν ὁ σωφρονῶν ἀγνοῇ; τί τῆς ἐλεημοσύνης τὸ κέρδος, ὅταν ὁ τῆς ἐλεημοσύνης ἀθετούμενος ἀγανακτῇ δικαστής; τίς ὄνησις στρατιώταις ὑπάρξει, πολλὴν μὲν ἐνδεικνυμένοις ἀγαθῶν ἐργασίαν, ἐχθρῶν δὲ τῷ βασιλεῖ; Μὴ κεχρημένοις ἄπαν ἔθηκας ἀρετῆς ἀνωφελὲς πλεονέκτημα, τῆς τῶν δογμάτων μὴ προσεῤῥιζωμένης ὀρθότητος. ∆εῖ γὰρ ἐκ ῥίζης τοὺς καρποὺς προϊέναι, καὶ τὰ νεῦρα τῶν ἀρετῶν ἐκ κεφαλῆς ἀφορμᾶσθαι. Ταύτης ἡμεῖς ἐκκρεμάμενοι, καὶ τὰ τῶν πράξεων αὐτῇ συνυφαίνοντες μέλη, τὸ τῆς εὐσεβείας ὁλόκληρον ἀπαρτίζομεν σῶμα, τὴν τοῦ σώματος κεφαλὴν Χριστὸν περισφίγγοντες. Αὐτὸς γὰρ, φησὶν, ἐστὶν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας· ὃν ἔχειν αἱρετικοὶ κεφαλὴν ἀπηξίωσαν. Εὐχῆς μὲν οὖν ἄξιον μὴ τοιαῦτα Χριστιανοὺς καλουμένους κατὰ Χριστοῦ μεμηνέναι. Νῦν δὲ καὶ χάριν αὐτοῖς τῆς μανίας ἰστέον, ὅτι ποιοῦσιν ἡμᾶς ἐγρηγορέναι λυσσῶντες, ὅτι πρὸς μάχην ποθεινὴν ἐρεθίζουσι. Φιλῶ γὰρ μάχην εἰρήνης βελτίονα, φιλῶ πόλεμον ἀγάπης μακαριώτερον, φιλῶ γνώμην πομπεύειν πρὸς μὲν Ἕλληνας σεμνυνομένην ἀπὸ Χριστοῦ, πρὸς δὲ καὶ ἡμᾶς στασιάζουσαν, ὅτι Χριστὸν ἀνυψοῦμεν. Τοιοῦτος γὰρ ἦν Ἄρειος· ὅταν μὲν Ἕλλησι λαλῇ, σεμνολογεῖ τὸν Χριστόν· ὅταν δὲ ἡμῖν διαλέγηται, καταλαλεῖ τοῦ Χριστοῦ. Τοιοῦτος Εὐνόμιος· ὅταν Ἑλληνισμὸν ψέγῃ, στηλιτεύει θεοποιίαν· ὅταν δὲ φθέγγηται πρὸς ἡμᾶς, θεοποιίαν ἱστᾷ· θεοποιίας γὰρ εἶδος, τὸ λέγειν τὸν Θεὸν Λόγον δεδημιουργημένον Θεὸν καὶ κεκτισμένον εἰς τὸ λατρεύεσθαι κτίσμα. Τί ποιεῖς, τυφλώττων αἱρετικέ; Ἃ κατέλυσεν εἰσάγεις οἰκοδομοῦντα τὸν Χριστὸν, καὶ ἃ νοεῖς ἀνέσπασε, τῶν κτισμάτων θεοποιίας, κτισματολατρείαν, φυτεύων τὰ μείζονα. Μὴ βλάπτε τοῦ Χριστιανισμοῦ τὴν εὐγένειαν· μὴ ποίει τοῦτον Ἑλληνισμοῦ συγγενῆ· λατρεία γὰρ κτίσματος, κἂν μεῖζον κἂν ἔλαττον τὸ λατρευόμενον ᾖ κτίσμα, λατρείας Ἑλληνικῆς ἀδελφόν. Οὐκ ἐγκαλεῖ γοῦν τοῖς Ἕλλησιν ὁ Παῦλος, ὅτι μικρῶς ἐλάτρευσαν, ἀλλ' ὅλως ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τὸ γὰρ κτίσματι λατρεύειν καὶ ἐν μικρῷ καὶ ἐν μεγάλῳ ἰσοδύναμόν ἐστι· μᾶλλον δὲ καὶ Ἑλλήνων αἱρετικὸς τῇ θείᾳ χαλεπώτερος φύσει. Οὐ γὰρ οὕτως ὑβριστὴς εἰς τὸ Θεῖον ὁ τὴν κτίσιν προσαγορεύων Θεὸν, ὡς ὁ κτίσμα τὸν Θεὸν ὀνομάζων. Ὁ μὲν γὰρ τὴν κτίσιν θεοποιῶν, δοῦλον ἐνδύειν δοκεῖ βασιλικὴν πορφυρίδα· ὁ δὲ κτίσμα τὸν Θεὸν παρεισάγων, ἰδιωτεύειν ἀναγκάζει τὸ Θεῖον. Ἕλλην μὲν, ὃς ὑποπτεύει τὸ Θεῖον, θεραπεύει δὲ παντοίως· Ἄρειος δὲ οὐ σέβει, Θεοῦ τὴν εὐφημίαν οὐ φέρει. Σέβειν μὲν τὸν Χριστὸν καὶ προσκυνεῖν οὐκ ἀρνεῖται, τιμωμένου δὲ τιμαῖς ὑψηλοτάταις ἀλγεῖ. Ἂν εἴπῃ τις ἄκτιστον, εὐθέως ὠργίσθησαν· ἂν ἀδέσποτον, ἐδυσχέραναν· ἂν τῆς ἀξίας κοινωνὸν τῆς πατρῴας, ὡς ἐπὶ μείζονι πληγῇ παρωξύνθησαν· ἂν δοτῆρα δωρεῶν αὐτεξούσιον, καὶ πρὸς τοῦτο βρύχονται· κλήσεις μὲν Χριστιανῶν, μισοχρίστων δὲ γνώμην.