1

 2

 3

 4

 5

1

Contra ludos et theatra

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΟΜΙΛΙΑ Πρὸς τοὺς καταλείψαντας τὴν ἐκκλησίαν καὶ αὐτομολήσαντας πρὸς τὰς

ἱπποδρομίας καὶ τὰ θέατρα.

56.263 αʹ. Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Ὑμῖν γὰρ αὐτοῖς καθ' ὑμῶν ἐντυχεῖν

βούλομαι. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε τοῖς Ἑβραίοις· αὐτοῖς γὰρ κατ' αὐτῶν ἐντυγχάνων ἔλεγε· Λαός μου, τί ἐποίησά σοι, καὶ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ πάλιν· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τοῦτον δὴ καὶ ἐγὼ μιμήσομαι, καὶ ἐρῶ πρὸς ὑμᾶς πάλιν· Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Μετὰ μακροὺς διαύλους λόγων, καὶ τοσαύτην διδασκαλίαν, καταλιπόντες ἡμᾶς τινες, πρὸς τὴν θεωρίαν τῶν ἁμιλλητηρίων ἵππων ηὐτομόλησαν, καὶ οὕτως ἐξεβακχεύθησαν, ὥστε πᾶσαν τὴν πόλιν ἐμπλῆσαι βοῆς καὶ κραυγῆς ἀτάκτου, καὶ πολὺν γέλωτα, μᾶλλον δὲ θρῆνον φερούσης. Ἐγὼ οὖν οἴκοι καθήμενος, καὶ τῆς φωνῆς ἀκούων ἐκρηγνυμένης, τῶν κλυδωνιζομένων χαλεπώτερον ἔπασχον. Ὥσπερ γὰρ ἐκεῖνοι, τῶν κυμάτων τοῖς τοίχοις τῆς νηὸς προσρηγνυμένων, περὶ τῶν ἐσχάτων κινδυνεύοντες δεδοίκασιν· οὕτω καὶ ἐμοὶ χαλεπώτεραι αἱ κραυγαὶ προσεῤῥήγνυντο ἐκεῖναι, καὶ εἰς τὴν γῆν ἔκυπτον καὶ ἐνεκαλυπτόμην· τῶν μὲν ἄνω τοιαῦτα ἀσχημονούντων, τῶν δὲ κάτω ἐν μέσῃ τῇ ἀγορᾷ ἡνιόχους κροτούντων, καὶ χαλεπώτερα ἐκείνων βοώντων. Τί 56.264 δὲ ἐροῦμεν; ἢ τί ἀπολογησόμεθα, εἰ ξένος τίς ποθεν ἐπιστὰς ἐγκαλοίη καὶ λέγοι· Ταῦτα ἡ πόλις τῶν ἀποστόλων; ταῦτα ἡ τοιοῦτον λαβοῦσα ὑποφήτην; ταῦτα ὁ δῆμος ὁ φιλόχριστος, τὸ θέατρον τὸ ἄπλαστον, τὸ πνευματικόν; Οὐδὲ τὴν ἡμέραν αὐτὴν ᾐδέσθητε, ἐν ᾗ τὰ σύμβολα τῆς σωτηρίας τοῦ γένους ἡμῶν ἐτελεῖτο· ἀλλ' ἐν παρασκευῇ, ὅτε ὁ ∆εσπότης σου ὑπὲρ τῆς οἰκουμένης ἐσταυροῦτο, καὶ θυσία τοιαύτη προσεφέρετο, καὶ παράδεισος ἠνοίγετο, καὶ λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανήγετο πατρίδα, κατάρα ἐλύετο, καὶ ἁμαρτία ἠφανίζετο, καὶ ὁ χρόνιος ἀνῃρεῖτο πόλεμος, καὶ Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους ἐγίνετο, καὶ πάντα μετεῤῥυθμίζετο· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἡνίκα νηστεύειν καὶ δοξολογεῖν ἔδει, καὶ εὐχαριστηρίους εὐχὰς ὑπὲρ τῶν τῆς οἰκουμένης ἀγαθῶν ἀναπέμπειν τῷ ταῦτα ποιήσαντι· τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν, καὶ ἀδελφῶν σύλλογον, καὶ νηστείας τὸ σεμνὸν, αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην; Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Οὐ γὰρ παύσομαι ταῦτα συνεχῶς λέγων, καὶ τὴν ὀδύνην ἐμαυτοῦ ταύτῃ παραμυθούμενος, τὸ [φ. τῷ] μὴ πιέζειν αὐτὴν τῇ σιγῇ, ἀλλ' εἰς μέσον ἐκφέρειν, 56.265 καὶ πρὸ τῶν ὀφθαλμῶν τῶν ὑμετέρων τιθέναι. Πῶς δυνησόμεθα τὸν Θεὸν λοιπὸν ἵλεω ποιῆσαι; πῶς καταλλάξαι ὀργιζόμενον; Πρὸ τριῶν ἡμερῶν ἐπομβρία καὶ ὑετὸς κατεῤῥήγνυτο πάντα παρασύρων, ἀπ' αὐτοῦ τοῦ στόματος, ὡς εἰπεῖν, τὴν τράπεζαν τῶν γηπόνων ἀφαρπάζων, στάχυας κομῶντας κατακλίνων, τὰ ἄλλα ἅπαντα τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς κατασήπων οὐσίας· λιτανεῖαι καὶ ἱκετηρίαι, καὶ πᾶσα ἡμῶν ἡ πόλις ὥσπερ χείμαῤῥος ἐπὶ τοὺς τόπους τῶν ἀποστόλων ἔτρεχε, καὶ συνηγόρους ἐλαμβάνομεν τὸν ἅγιον Πέτρον καὶ τὸν μακάριον Ἀνδρέαν, τὴν ξυνωρίδα τῶν ἀποστόλων, Παῦλον καὶ Τιμόθεον. Μετ' ἐκεῖνα, τῆς ὀργῆς λυθείσης, καὶ πέλαγος περάσαντες, καὶ κυμάτων κατατολμήσαντες, ἐπὶ τοὺς κορυφαίους ἐτρέχομεν, τὸν Πέτρον τὴν κρηπῖδα τῆς πίστεως, τὸν Παῦλον τὸ σκεῦος τῆς ἐκλογῆς, πανήγυριν ἐπιτελοῦντες πνευματικὴν, καὶ τοὺς ἄθλους αὐτῶν ἀνακηρύττοντες, τὰ