1
De Christi precibus
Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν, πενέστερον ποιεῖ, καὶ τὴν χάριν σβέννυσι· καὶ εἰς τὰς εὐχὰς, ἃς ὁ Χριστὸς ηὔξατο, καὶ τὴν
ἐξουσίαν, μεθ' ἧς ἅπαντα ἐποίει· καὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν· καὶ ὅτι τὸ σαρκωθῆναι τὴν ἰσότητα αὐτοῦ τὴν πρὸς τὸν Πατέρα οὐκ
ἐλαττοῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον. Λόγος δέκατος. 48.783 αʹ. Ἱκανῶς ἐν ταῖς ἔμπροσθεν ἐπανηγυρίσαμεν ἡμέραις, τῶν ἄθλων ἐπιλαβόμενοι τῶν ἀποστολικῶν, καὶ τῇ διηγήσει τῶν πνευματικῶν ἐντρυφῶντες κατορθωμάτων· ὥρα δὴ λοιπὸν ἀποδοῦναι τὸ χρέος ὑμῖν· καὶ γὰρ τὸ κωλύον οὐδέν. Καὶ οἶδα μὲν ὅτι ἐπιλέλησθε τῶν ὀφλημάτων ὑμεῖς τῶν ἐμῶν διὰ τὸ τῶν ἡμερῶν πλῆθος· οὐ μὴν διὰ τοῦτο αὐτὰ ἐγὼ ἀποκρύψομαι, ἀλλὰ μετὰ πάσης ὑμῖν ταῦτα ἀποδώσω τῆς προθυμίας. Ποιῶ δὲ τοῦτο, οὐ δι' εὐγνωμοσύνην μόνον, ἀλλὰ καὶ δι' ὠφέλειαν ἐμήν. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν συναλλαγμάτων κέρδος τῷ δεδανεισμένῳ τὸ τὸν δεδανεικότα ἐπιλαθέσθαι· ἐπὶ δὲ τῶν πνευματι48.784 κῶν συμβολαίων κέρδος τῷ μέλλοντι καταβάλλειν τὸ χρέος μέγιστον, τὸ τοὺς ὑποδέχεσθαι μέλλοντας διηνεκῶς μεμνῆσθαι τῶν ὀφλημάτων. Ἐκεῖ μὲν γὰρ τὸ δάνεισμα ἀποδοθὲν τὸν μὲν καταβαλόντα ἀφίησι, μεθίσταται δὲ πρὸς τὸν ὑποδεξόμενον, καὶ τοῦ μὲν ἠλάττωσε, τοῦ δὲ ἐπλεόνασε τὴν οὐσίαν· ἐπὶ δὲ τῶν πνευματικῶν οὐχ οὕτως, ἀλλὰ δυνατὸν αὐτὸ καὶ καταβαλεῖν, καὶ ἔχειν· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι τότε μάλιστα αὐτὸ ἔχομεν, ὅταν καταβάλωμεν ἑτέροις. Ἂν μὲν γὰρ ἐν τῇ διανοίᾳ κατορύξας φυλάξω διηνεκῶς μηδενὶ μεταδιδοὺς, ἐλαττοῦταί μοι τὸ κέρδος, μειοῦται τὰ τῆς περιουσίας· ἂν δὲ εἰς ἅπαντας ἐξ48.785 ενέγκω, καὶ ποιήσω μεριστὰς πολλοὺς καὶ κοινωνοὺς, ὧν αὐτὸς ἐπίσταμαι πάντων, αὔξεταί μοι τὰ τοῦ πνευματικοῦ πλούτου. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, καὶ ὁ μὲν ἑτέροις μεταδιδοὺς αὔξει τὴν παρακαταθήκην, ὁ δὲ ἀποκρύπτων ἐλαττοῖ τὴν ἐργασίαν ἅπασαν, μάρτυρες οἱ τὰ τάλαντα ἐγχειρισθέντες ἐκεῖνοι, ὁ τὰ πέντε, καὶ ὁ τὰ δύο, καὶ ὁ τὸ ἕν. Οἱ μὲν γὰρ διπλασίονα τὰ ἐμπιστευθέντα προσήγαγον, καὶ ἐτιμῶντο διὰ τοῦτο· ὁ δὲ ἐπειδὴ ἐφύλαξε παρ' ἑαυτῷ, καὶ οὐδενὶ μετέδωκε, διπλοῦν τε αὐτὸ ποιῆσαι οὐκ ἴσχυσε, διὰ τοῦτο ἐκολάζετο. Ταῦτα οὖν ἀκούοντες ἅπαντες, καὶ τὴν κόλασιν τὴν ἐκεῖθεν δεδοικότες, ὅπερ ἂν ἔχωμεν ἀγαθὸν εἰς τοὺς ἀδελφοὺς ἐκφέρωμεν, καὶ εἰς τὸ μέσον ἅπασι καταβάλλωμεν, ἀλλὰ μὴ ἀποκρύπτωμεν. Ὅταν γὰρ ἑτέροις μεταδῶμεν, τότε πλουτοῦμεν αὐτοὶ μειζόνως· ὅταν κοινωνοὺς ποιησώμεθα τῆς ἐμπορίας πολλοὺς, τότε τὴν ἡμετέραν αὔξομεν περιουσίαν. Ἀλλ' ἐλαττοῦσθαί σοι τὰ τῆς δόξης νομίζεις, ὅταν μετὰ πολλῶν ᾖς εἰδὼς, ἃ μόνος οἶδας αὐτός. Καὶ μὴν τότε αὔξεται καὶ τὰ τῆς δόξης, καὶ τὰ τῆς ὠφελείας, ὅταν τὸν φθόνον καταπατήσῃς, ὅταν τὴν βασκανίαν σβέσῃς, ὅταν φιλαδελφίαν ἐπιδείξῃ πολλήν· ἂν δὲ μόνος εἰδὼς περιίῃς, ἄνθρωποι μὲν ὡς βάσκανον καὶ μισάδελφον ἀποστραφήσονται καὶ μισήσουσιν, ὁ δὲ Θεὸς ὡς πονηρὸν τὴν ἐσχάτην ἀπαιτήσει σε δίκην· χωρὶς δὲ τούτων, καὶ αὐτή σε ταχέως ἡ χάρις ἔρημον ἐγκαταλιποῦσα οἰχήσεται. Ἐπεὶ καὶ ὁ σῖτος, ἂν μὲν ἐν ταῖς ἀποθήκαις ᾖ διηνεκῶς κείμενος, δαπανᾶται, σητὸς αὐτὸν κατεσθίοντος· ἂν δὲ ἐξενεχθεὶς εἰς τὰς ἀρούρας καταβάλληται, πολυπλασιάζεται καὶ ἀνανεοῦται πάλιν. Οὕτω καὶ λόγος πνευματικὸς,