1
De Joseph et de castitate
Εἰς τὸν Ἰωσὴφ καὶ περὶ σωφροσύνης. 56.587 Οἱ ἐκ πελάγους μεγάλα σαλεύοντες κυβερνῆται, οἷς οὐκ ἤπειρος, οὐκ ὄρος, οὐ βουνὸς, οὐ σκόπελοί τινες τὴν χέρσον σημαίνουσι, πρός τινας ἀστέρας ἀποβλέποντες, καὶ πρὸς ἐκείνους τὸ σκάφος ῥυθμίζοντες ἀναυάγητοι διαμένουσιν· οἱ δέ γε τῆς Ἐκκλησίας μαθηταὶ οἱ ἐν τῷ πελάγει τοῦ βίου τούτου τυγχάνοντες, οὐ πρὸς ἀστέρας τινὰς ἀποβλέποντες, ἀλλὰ πρὸς τοὺς πατέρας τὸ ὄνομα τῆς διανοίας τείνοντες, καὶ τοῖς ἐκείνων ἴχνεσι πόθῳ ψυχῆς ἀκολουθοῦντες, εἰς τὸν αὐτὸν λιμένα τῆς βασιλείας ἐλαύνουσι. ∆ιὰ τοῦτο γάρ τοι καὶ ὁ Κύριος ἡμῶν ἐν ταῖς ἱεραῖς Βίβλοις τὸν βίον αὐτῶν ἀνεκήρυξεν, ἵνα μὴ μόνον ἀκούοντες ἐπαινῶμεν, ἀλλ' ἵνα καὶ ποθήσαντες τὴν αὐτῶν πολιτείαν ζηλώσωμεν. Φύσει γὰρ φιλόκαλον οὖσαν τὴν φύσιν τῶν ἀνθρώπων εἰδὼς ὁ Κύριος, καὶ ἀεὶ τῶν κρειττόνων διὰ φιλοτιμίαν ἐφιεμένην, ὥσπερ κόσμιά τινα προτέθεικε τοὺς τῶν πατέρων ἄθλους, ἵνα ἕκαστος ἡμῶν πρὸς ἣν ἂν βούληται ἄθλησιν ἑαυτὸν μεταῤῥυθμίζῃ. Ὑπομονῆς οὖν διδάσκαλος ἄριστος ὁ τοῦ μακαρίου Ἰὼβ βίος, ἀνεξικακίας ὁ τοῦ Μωϋσέως, πραότητος ὁ τοῦ ∆αυῒδ, νηστείας καὶ προσευχῆς ὁ τοῦ ∆ανιὴλ, σωφροσύνης ὁ τοῦ Ἰωσὴφ καὶ τῆς μακαρίας Σουσάννης. Πρέπων δὲ καὶ ἐπέραστος τοῖς νέοις ὁ τοῦ Ἰωσὴφ βίος, καὶ ταῖς νέαις, μάλιστα ταῖς ἐν γάμῳ βιούσαις, ἡ τῆς μακαρίας Σουσάννης ἐνάρετος ἄθλησις· ἰσοστάσιος γὰρ ἀμφοτέροις ὁ ἀγών. Ὁ μὲν γὰρ δεσποίνης φόβον διὰ σωφροσύνην ἐπάτησεν, ἡ δὲ ἀρχόντων ἀπειλὰς θανατηφόρους διὰ σωφροσύνην παρελογίσατο. Ἀλλὰ πρότερον ἡμῖν ὁ τοῦ μακαρίου Ἰωσὴφ βίος διαγεγράφθω· ἐπειδὴ καὶ ἀρχαιότερος ὁ πατήρ· εἶθ' οὕτως ὁ τῆς μακαρίας Σουσάννης. Ὁ μακάριος τοίνυν Ἰωσὴφ ἐξ εὐγενῶν γονέων ὁρμώμενος, νέος ἔτι ὑπάρχων, ἄρτι τῶν ἰούλων τῶν τριχῶν ἐν ταῖς παρειαῖς ἀναβαλλόντων, ῥόδου δίκην ἀνθηροῦ ἀνὰ μέσον τῆς ξανθῆς γενειάδος τὸ τῆς μορφῆς ἄνθος πυκάζων, ἴου ἐαρινοῦ πορφυρίζοντος ἐν ταῖς κόραις τῶν ὀφθαλμῶν ἀποσώζων τὴν ὄψιν, λευκοὺς ἔχων ὀδόντας ὡς γάλα, πυρίζων τοῖς χείλεσιν, ὀφρύας ἔχων ἡπλωμένας ὑπὸ κρινοχρόῳ μετώπῳ δασύτητι τῶν τριχῶν ἀλλήλαις συνεζευγμένας. Καὶ τί πειρῶμαι τὸν νέον τῷ κάλλει διαγράφειν, ὃν ἡ Γραφὴ ὑπεράγαν ἐπῄνεσεν εἰρηκυῖα, Καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα; Οὗτος πιπράσκεται διὰ βασκανίαν ἀδελφῶν, ὡς μὲν αὐτοῖς ἐδόκει, πρὸς δουλείαν, ὡς δὲ τῷ Θεῷ προώριστο, πρὸς βασιλείαν· καὶ ἤγετο εἰς Αἴγυπτον τὸ παιδάριον ὡς μειράκιον εὐτελές· οὔπω γὰρ ἑώρων αὐτοῦ οἱ πριάμενοι τὸν πλοῦτον τῶν ἀρετῶν, καὶ ἠγνόουν αὐτὸν μέλλειν διὰ σωφροσύνης κοσμιότητα ὅλης Αἰγύπτου δεσπόζειν, καὶ ὅλην αὐτὴν ὀλλυμένην λιμῷ διασώζειν. Ἄγεται οὖν εἰς Αἴγυπτον, καὶ πιπράσκεται δεύτερον, καὶ οὐδ' ἅπαξ δουλοῦται. Ὁ γὰρ τῇ γνώμῃ ἐλεύθερος, κἂν μυριάκις πραθῇ, οὐδ' ἅπαξ δουλοῦται· ὥσπερ πάλιν δοῦλος τοῖς τρόποις, κἂν μυριάκις ἐλευθερωθῇ, οὐδ' ἅπαξ ἐλευθεροῦται· ὃν γὰρ ὁ ἴδιος τρόπος οὐκ ἐλευθεροῖ, τοῦτον μυρίοι χάρται καὶ μέλανα γράμματα ἐλευθερῶσαι οὐ δύνανται. Ἄγεται οὖν εἰς Αἴγυπτον, πιπράσκεται εἰς οἶκον Αἰγύπτιον, φιλεῖται ὑπὸ δεσπότου, φιλεῖται ὑπὸ δεσποίνης· ἀλλ' ὁ μὲν τοῦ δεσπότου πόθος ἀγαθὸς, ὁ δὲ τῆς δεσποίνης ἔρως πονηρός. Ὁ μὲν γὰρ αὐτὸν ἐφίλει δι' εὐλάβειαν, ἡ δὲ δι' οἶστρον ἀκολασίας· καὶ ὅσον ἐμηκύνετο ὁ χρόνος, καὶ τὸ τῆς μορφῆς κάλλος ἐπήνθει, τοσοῦτον