1

 2

 3

 4

1

De Melchisedech

ΤΟΥ ΑΥΤΟΥ Εἰς τὸν Μελχισεδέκ. 56.257 αʹ. Ἀποστολικὴν ὑμῖν σήμερον βούλομαι παραθεῖναι τράπεζαν, καὶ πρὸς τὸ πέλαγος τῆς Παύλου φωνῆς διατεῖναι τὸν λόγον παρασκευάζομαι. Ἀλλὰ τί πάθω; Ὀκνῶ καὶ δέδοικα μήποτε τὸν λιμένα ἐξελθόντες, καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν ἀποστολικῶν νοημάτων ἰλιγγιάσωμεν, ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων ἀήθεις. Καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν τὴν γῆν ἀφέντες, ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσιν, καὶ οὐδὲν ἕτερον ἢ θάλατταν καὶ οὐρανὸν, σκοτοδινίᾳ κατέχονται, καὶ περιφέρεσθαι αὐτοῖς τὸ πλοῖον κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης. Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τῶν πλούντων οἱ ἴλιγγοι γίνονται. Ἕτεροι οὖν τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασιν ἐκκυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσί τι τοιοῦτον· ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει καθημένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δεχόμενοι τὴν ἅλμην, οὐ δυσχεραίνουσιν. Τοσοῦτόν ἐστι μᾶλλον καὶ τοιοῦτον ἀπειρία κακόν. Οὕτως αὕτη καὶ τῶν φοβερῶν καταφρονεῖν πείθει· ἐκείνη δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν καὶ δεδοικέναι παρασκευάζει. Οἱ μὲν γὰρ ἐφ' ὑψηλῶν τῶν ἰκρίων καθήμενοι τῆς νηὸς, καὶ πρὸς τὴν θέαν ἰλιγγιῶσιν, οἱ δὲ ἐν μέσοις οὐ θορυβοῦνται τοῖς κύμασιν. Τοῦτο καὶ ἐπὶ τῆς διανοίας γίνεται τῆς ἡμετέρας. Καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν, θαλαττίων ἀγριώτερα, οἷον ζάλη, θυμὸν κάτωθεν στρέφοντα τὴν καρδίαν, πνεύματα ἐπιθυμίας πονηρᾶς, ποιοῦντα πολλὴν τῆς διανοίας τὴν σύγχυσιν. Ἀλλ' ὁ μὲν ἄπειρος καὶ ἀμελέτητος, ἀρχομένου τοῦ χειμῶνος τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται· ὁρᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν· ὁ δὲ ἔμπειρος καὶ μεμελετηκὼς, τὰ τοιαῦτα φέρει γενναίως· καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων, οὕτως τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα. Ὅπερ οὖν ἐπὶ τῆς θαλάττης γίνεται, καὶ ἐπὶ τῆς διανοίας συμβαίνει, τοῦτο καὶ ἐν τῇ ἐξηγήσει τῶν Γραφῶν συμπίπτειν ἀνάγκη, θορυβεῖσθαι, ταράττεσθαι· ἐπειδὰν δὲ ἐξέλθωμεν εἰς τὸ πέλαγος· οὐκ ἐπειδὴ τὸ πέλαγος φοβερὸν, ἀλλ' ἐπειδὴ ἡμεῖς οἱ πλέοντες ἄπειροι. Ὅτι γάρ ἐστιν, εὔκολον φύσει 56.258 λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα. Εἰπὼν γὰρ, ὅτι ὁ Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν οὗτος ὁ Μελχισεδὲκ, ἐπήγαγεν· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Τί λέγεις, ὦ Παῦλε; ∆υσερμήνευτός σοι τῷ τὴν πνευματικὴν ἔχοντι σοφίαν; τῷ τὰ ἀπόῤῥητα ἀκούσαντι; τῷ πρὸς τρίτον ἁρπαγέντι οὐρανόν; Εἰ σοὶ δυσερμήνευτος, τίνι καταληπτός; Ἐμοὶ δυσερμήνευτος, φησὶν, οὐ παρὰ τὴν οἰκείαν μου ἀσθένειαν, ἀλλὰ παρὰ τὴν δυσκολίαν τῶν ἀκουόντων. Εἰπὼν γοῦν, ∆υσερμήνευτος, ἐπήγαγεν· Ἐπειδὴ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ' ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸ οὐ δύσκολον πεποίηκεν; Οὐ μόνον δὲ δύσκολον, ἀλλὰ καὶ πολὺν ποιεῖ αὐτὸν βραχὺν ἡ αὐτὴ αἰτία. ∆ιὸ οὐδὲ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους καὶ τῆς δυσκολίας ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι τῆς ἀκοῆς. Καθάπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύντομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν