1
De angusta porta et in orationem dominicam
Περὶ τοῦ κατὰ Θεὸν πολιτεύεσθαι, καὶ εἰς τὸ, Στενὴ ἡ πύλη, καὶ τὰ ἑξῆς· καὶ ἑρμηνεία τῆς προσευχῆς τοῦ, Πάτερ ἡμῶν.
51.41
αʹ. Πάσης μὲν θεοπνεύστου Γραφῆς ἡ ἀνάγνωσις γίνεται τοῖς προσέχουσιν εὐσεβείας ἐπίγνωσις· ἡ δὲ σεπτὴ τῶν Εὐαγγελίων γραφὴ ὑψηλοτέρων ἐστὶ διδαγμάτων ὑπεροχή· τὰ γὰρ ἐν αὐτοῖς ἐμφερόμενα λόγια ὑψίστου Βασιλέως ὑπάρχει θεσπίσματα. ∆ιὸ καὶ φοβερά τις ἠπείληται κόλασις τοῖς μὴ φυλάττουσιν ἀκριβῶς τὰ ὑπ' αὐτοῦ εἰρημένα. Εἰ γὰρ τῶν ἐπὶ γῆς ἀρχόντων ὁ παραβαίνων τοὺς νόμους ἀπαραίτητον ὑφίσταται κόλασιν, πόσῳ μᾶλλον ἀφορήτοις ἐκδοθήσεται βασάνοις ὁ τοῦ ἐπουρανίου ∆εσπότου ἀθετῶν τὰ προστάγματα; Ἐπεὶ οὖν μέγας ἐστὶν ὁ τῆς ἀπροσεξίας κίνδυνος, μετὰ πολλῆς ἀκριβείας προσέχωμεν τῇ ἀκροάσει τῶν ἀρτίως ἀναγνωσθέντων ἡμῖν ἐκ τοῦ Εὐαγγελίου ῥημάτων. Τίνα δὲ ταῦτά ἐστι; Στενὴ, φησὶν, ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν· καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Καὶ πάλιν· Πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι' αὐτῆς. Τούτων ἐγὼ συνεχῶς ἀκούων τῶν λόγων, καὶ τῶν ἀνθρώπων τὴν ἐπὶ τὰ μάταια βλέπων σπουδὴν, λίαν θαυμάζω τῶν εἰρημένων τὴν ἀλήθειαν. Πάντες γὰρ διὰ τῆς πλατείας βαδίζουσιν ὁδοῦ, πάντες εἰς τὰ παρόντα κεχήνασι πράγματα, καὶ τῶν μελλόντων οὐδέποτε λαμβάνουσιν ἔννοιαν· ἀλλ' εἰς μὲν τὰς σωματικὰς ἀπολαύσεις ἀδιαλείπτως ἐπείγονται, τὰς δὲ ψυχὰς ἐῶσιν ἐν λιμῷ κατατήκεσθαι· καὶ μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνοντες τραύματα, οὐδέποτε αἴσθησιν ἔχουσι τῶν ἐν οἷς εἰσι κακῶν· καὶ τῶν μὲν τοῦ σώματος ἕνεκα παθημάτων, φοιτῶσι πρὸς τοὺς ταῦτα θεραπεύοντας· καὶ αὐτοὺς δὲ τούτους οἴκαδε παραπέμπονται, καὶ μισθοὺς παρέχουσιν ὅτι μάλιστα πλείστους, καὶ καρτερίαν ἐπιδείκνυνται πολλὴν, καὶ τῆς ἐπιπόνου θεραπείας ἀνέχονται, ἵνα τὴν ἐκείνου ὑγείαν ὠνήσωνται· τῆς δὲ ψυχῆς κακῶς διακειμένης παντελῶς ἀμελοῦσι, καὶ τὴν ἀξιέραστον αὐτῆς ὑγείαν λαβεῖν οὐ σπουδάζουσι, καίτοι σαφῶς ἐπιστάμενοι, ὅτι τὸ μὲν σῶμα θνητόν ἐστι καὶ ἐπίκηρον, καὶ τοῖς ἐαρινοῖς προσέοικεν ἄνθεσιν· ὁμοίως γὰρ ἐκείνοις μαραίνεται καὶ σβέννυται, καὶ φθορᾷ παραδίδοται· τὴν δὲ ψυχὴν ἴσασιν ἀθανασίᾳ τετιμημένην, καὶ κατ' εἰκόνα θείαν γεγενημένην, καὶ τοῦ ζώου πεπιστευμένην τοὺς οἴακας. Ὅπερ γάρ ἐστιν ἡνίοχος ἅρματι, καὶ κυβερνήτης πλοίῳ, καὶ μουσικὸς ὀργάνῳ, τοῦτο εἶναι τῷ γηΐνῳ τούτῳ σκεύει τὴν ψυχὴν ὁ πλάστης ἐνομοθέτησεν. Αὕτη γὰρ κατέχει τὰς ἡνίας, καὶ κινεῖ τὰ πηδάλια, καὶ τὰς χορδὰς ἀνακρούεται, καὶ εὖ μὲν τοῦτο πράττουσα, τὸ παναρμόνιον τῆς ἀρετῆς ἀνακρούεται μέλος· ὅταν δὲ ἢ χαλάσῃ τοὺς φθόγγους, ἢ διατείνῃ πέρα τοῦ δέοντος, καὶ τῇ τέχνῃ καὶ τῇ ἁρμονίᾳ λυμαίνεται. Ταύτης τοίνυν ἀμελοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων, καὶ οὐδὲ βραχείας αὐτὴν ἐπιμελείας ἀξιοῦσιν, ἀλλ' ἅπαντα τῆς ζωῆς αὐτῶν 51.42 τὸν χρόνον εἰς τὰς σωματικὰς ἀναλίσκουσι φροντίδας· Καὶ οἱ μὲν τὸν τῶν ναυτίλων ἀσπάζονται βίον, καὶ κύμασι καὶ πνεύμασι μάχονται, τὴν ζωὴν καὶ τὸν θάνατον μεθ' ἑαυτῶν περιφέροντες, καὶ τὰς τῆς σωτηρίας ἐλπίδας ἐν ὀλίγαις σανίσι κατέχοντες· οἱ δὲ τὸν τῆς γεωπονίας ἀναδέχονται ἱδρῶτα, βοῦς ἀροτῆρας ζευγνύντες, καὶ τὴν γῆν ἀροτριῶντες, καὶ νῦν μὲν σπείροντες καὶ θερίζοντες, νῦν δὲ φυτεύοντες καὶ τρυγῶντες, καὶ ἅπας αὐτοῖς ὁ χρόνος μετὰ τῆς τοιαύτης ὁδεύει ταλαιπωρίας· οἱ δὲ τὰς ἐμπορίας ἐπέρχονται, καὶ ὑπὲρ τούτων τὰς ἐν γῇ τε καὶ θαλάττῃ ποιοῦνται ἀποδημίας, καὶ τῆς οἰκείας τὴν ἀλλοδαπὴν προτιμῶσι, καὶ πατρίδα, καὶ γένος, καὶ