1

 2

 3

 4

 5

 6

 7

1

De beato Philogonio

Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥᾳθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν.

Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς Χριστοῦ γεννήσεως. Λόγος ἕκτος.

48.747 αʹ. Ἐγὼ μὲν καὶ τήμερον παρεσκευαζόμην πρὸς τὰ τῶν αἱρετικῶν

παλαίσματα ἀποδύσασθαι, καὶ τὸ λειπόμενον ὑμῖν ἀποδοῦναι τοῦ χρέους· ἀλλ', ἡ τοῦ μακαρίου Φιλογονίου ἡμέρα, οὗ τὴν ἑορτὴν ἄγομεν νῦν, πρὸς τὴν τῶν ἐκείνου κατορθωμάτων διήγησιν τὴν γλῶτταν ἡμῶν ἐκάλεσε. Καὶ δεῖ πείθεσθαι πάντως. Εἰ γὰρ ὁ κακολογῶν πατέρα ἢ μητέρα θα 48.748 νάτῳ τελευτᾷ, εὔδηλον ὅτι ὁ εὐλογῶν ζωῆς ἀπολαύσεται πάντως, καὶ εἰ τοὺς φυσικοὺς γονεῖς τοσαύτης παρ' ἡμῶν ἀπολαύειν εὐνοίας χρὴ, πολλῷ μᾶλλον τοὺς πνευματικοὺς, καὶ μάλιστα ὅταν τοὺς μὲν κατοιχομένους ὁ ἔπαινος μηδὲν ποιῇ λαμπροτέρους, τοὺς δὲ συνιόντας ἡμᾶς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας βελτίους ἐργάζηται. Ὁ μὲν γὰρ εἰς τὸν οὐρανὸν ἀναβὰς, οὐδὲν ἂν δέοιτο τῆς ἀνθρωπίνης 48.749 εὐφημίας πρὸς μείζονα καὶ μακαριωτέραν λῆξιν ἀπελθών· ἡμεῖς δὲ οἱ τέως ἐνταῦθα στρεφόμενοι, καὶ πολλῆς πανταχόθεν παρακλήσεως χρῄζοντες, τῶν ἐγκωμίων δεόμεθα τῶν ἐκείνου, ἵνα εἰς τὸν αὐτὸν ζῆλον διαναστῶμεν.

∆ιὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· Μνήμη δικαίου μετ' ἐγκωμίων· οὐχ ὡς τῶν ἀπελθόντων, ἀλλ' ὡς τῶν ἐγκωμιαζόντων ταύτῃ τὰ μέγιστα ὠφελουμένων. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν ἐκ τοῦ πράγματος, πειθώμεθα καὶ μὴ ἀντιλέγωμεν· καὶ γὰρ ὁ καιρὸς πρὸς τὴν τοιαύτην διήγησιν ἐπιτήδειος. Σήμερον γὰρ ὁ μακάριος πρὸς τὴν ἀτάραχον μετετάξατο ζωὴν, καὶ τὸ σκάφος ὥρμισεν ἔνθα ναυάγιον ὑποπτεῦσαι οὐκ ἔνι λοιπὸν, οὐδὲ ἀθυμίαν τινὰ καὶ ὀδύνην. Καὶ τί θαυμαστὸν εἰ καθαρὸν ἐκεῖνο τὸ χωρίον ἀθυμίας ἐστὶν, ὅπου γε ἀνθρώποις τοῖς ἔτι ζῶσι διαλεγόμενος ὁ Παῦλός φησι· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε; Εἰ δὲ ἐνταῦθα ὅπου νόσοι, καὶ ἐπήρειαι, καὶ ἄωροι θάνατοι, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαὶ, καὶ ἐπιθυμίαι πονηραὶ, καὶ μυρίαι ἐπιβουλαὶ, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυρίας πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἴ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεινὰ, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους. ∆ιὸ μάλιστα μακαρίζω τὸν ἅγιον τοῦτον, ὅτι εἰ καὶ μετετάξατο καὶ πόλιν ἀφῆκε τὴν παρ' ἡμῖν, ἀλλ' εἰς ἑτέραν ἀνέβη πόλιν τὴν τοῦ Θεοῦ, καὶ καταλιπὼν τὴν Ἐκκλησίαν ταύτην, εἰς ἐκείνην τελεῖ τὴν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ τὰς ἑορτὰς ταύτας ἀφεὶς, πρὸς τὴν τῶν ἀγγέλων μετέστη πανήγυριν.

Ὅτι γὰρ καὶ πόλις ἄνω καὶ Ἐκκλησία καὶ πανήγυρίς ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος· Προσεληλύθατε πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ μυριάσιν ἀγγέλων