1

 2

 3

1

De cruce et latrone

Γῇ αὐτῇ ἡμέρᾳ. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Χρυσοστόμου λόγος εἰς τὸν τίμιον σταυρὸν καὶ εἰς τὴν λῃστήν. Εὐλόγησον πάτερ.

1 Ἀπαρξώμεθα τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὸν περὶ τοῦ σταυροῦ λόγον καὶ

στέψωμεν τὴν ἡμέραν, μᾶλλον δὲ στεφθῶμεν ὑπὸ τῆς μνήμης τῆς ἡμέρας· οὐ γὰρ ἐξ ὧν φθεγγόμεθα σταυρὸς στεφανοῦται, ἀλλ' ἐξ ὧν εὐγνωμόνως ὁμολογοῦμεν τοὺς στεφάνους παρ' αὐτοῦ κομιζόμεθα. Σήμερον, ἀδελφοί, σταυρὸς ἐπάγη καὶ κόσμος ἡγιάσθη, σήμερον σταυρὸς ἐπάγη καὶ θάνατος ἀνετράπη, σήμερον σταυρὸς ἔλαμψεν καὶ δαίμονες ἐσκορπίσθησαν, σήμερον σταυρὸς ἐβράβευσεν καὶ διάβολος κατῃσχύνθη, σήμερον σταυρὸς ἔλαμψεν καὶ θάνατος ἐνικήθη καὶ ἄνθρωπος ἐλευθερώθη καὶ ὁ Θεὸς ἐδοξάσθη.

2 Σήμερον παρὰ Ἰουδαίοις γῆ ἐσαλεύσατο, παρ' ἡμῖν δὲ ἡ οἰκουμένη στηρίζεται, σήμερον ἡ θεομάχος τόλμα τῶν Ἰουδαίων πέτρας ἔσχισεν, σήμερον ἡ φιλόθεος εὐσέβεια τὴν οἰκουμένην ἥνωσεν. Ἔπρεπεν γὰρ τὰ μὲν τῆς εὐσεβείας συναφθῆναι, τὰ δὲ τῆς ἀσεβείας σχισθῆναι, καθὼς ὁ ∆αβὶδ λέγει· «∆ιεσχίσθησαν καὶ οὐ κατηνύγησαν». Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης σκότος εἰργάσατο· οὐ γὰρ ἤνεγκεν τὸ ποίημα τὴν ὕβριν τοῦ ποιήσαντος. Συνέστειλε γὰρ τὰς ἀκτῖνας ἵνα ἐπόπτης μὴ γένηται τοῦ θεομάχου μίσους, οὐκ ἐπειδὴ τῆς θεότητος ὕβρις ἥπτετο, ἀλλ' ἐπειδὴ παρὰ τῶν τολμησάντων τὸ γινόμενον εἰς ὕβριν ἐγίνετο.

3 Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος τὴν ἀκτῖνα μετεποίησεν· σήμερον ἡ χάρις παρ' ἡμῖν τὴν νύκτα εἰς ἡμέραν ποιεῖ. Φίλον γὰρ τῇ εὐσεβείᾳ καὶ ἐν σκότει φῶς ἀπολαύειν, τῇ δὲ ἀσεβείᾳ καὶ ἐν φωτὶ σκότους ἀναπληροῦσθαι. Τοῖς πιστοῖς καὶ ἡ νὺξ εἰς ἡμέραν λογίζεται, τοῖς δὲ ἀπίστοις καὶ ἡ ἡμέρα μεταποιεῖται εἰς νύκτα. ∆ιὰ τοῦτο περὶ μὲν τῶν πιστῶν ἡ γραφὴ διαλεγομένη φησί· «Καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, ὅτι τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται». Τῷ οὖν πιστῷ καὶ ἡ νὺξ εἰς ἡμέραν μεταβάλλεται, τῷ δὲ ἀπίστῳ καὶ ἡ ἡμέρα εἰς νύκτα μετατίθεται, καθὼς βοᾷ ὁ προφήτης λέγων· «Ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ περιπατήσουσιν ἐν ἡμέρᾳ ὡς ἐν μεσονυκτίῳ».

4 Σήμερον ἀδελφοὶ Ἀδὰμ ἐξεβλήθη τοῦ παραδείσου διὰ τὴν παρακοήν, σήμερον πάλιν εἰσάγεται εἰς τὸν παράδεισον. Καὶ μαρτὺς ὁ λῃστής. Ἐξῆλθεν κλέπτης καὶ εἰσῆλθεν κλέπτης, ἐξῆλθεν ὁ κλέψας παρὰ τὸ βούλημα τῆς ἐντολῆς καὶ εἰσῆλθεν ὁ κλέψας ἀπὸ τοῦ σταυροῦ τὴν σωτηρίαν. Οἶδα καὶ πρώην εἰρηκὼς περὶ τοῦ λῃστοῦ, ἀλλ' ἔχει διαφόρους ἱστορίας ὁ τοῦ σταυροῦ λόγος. Ἐκεῖνος ὁ λῃστὴς διὰ ξύλου θανατοῦται, οὗτος ὁ λῃστὴς ἀπὸ ξύλου τρυγᾷ τὴν σωτηρίαν. Οὐκ ἤρκει αὐτῷ τὰ ἐπίγεια ἀλλὰ καὶ τὰ ἐπουράνια ἐσύλησεν, οὐ περιγράφων τῇ δυνάμει, ἀλλὰ νικῶν τῇ πίστει. Αὕτη γάρ ἐστιν φωνὴ τοῦ δεσπότου λέγοντος· «Ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιάσται ἁρπάζουσιν αὐτήν».

5 Ἐπὶ σταυροῦ δύο λῃσταί, εἰκὼν Ἰουδαίων τε καὶ Ἑλλήνων, τῶν ἐνἀσεβείᾳ τὰ πρῶτα ὁδευσάντων καὶ μετὰ ταῦτα τὴν ἀλήθειαν ἐπεγνωκότων. Εἰκὼν Ἰουδαίων ὁ λῃστὴς ὁ μέχρι τέλους λῃστής· ἕως τοῦ σταυροῦ, συνέδραμον ἀλλήλοις τὴν ὁδὸν τῆς πονηρίας καὶ ὁ σταυρὸς ἐμέρισεν τὰς ὁδούς· ἀπὸ γὰρ τοῦ σταυροῦ μερίζονται οἱ δύο, ὁδὸς ἀπολείας τοῖς ἀπιστοῦσι καὶ ὁδὸς σωτηρίας τοῖς πιστεύουσιν. Ἐκεῖ ἔμαθεν ὁ λῃστὴς τὴν διαφορὰν τῶν ὁδῶν «ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται». 6 Καὶ βλέπε τοῦ Θεοῦ τὴν διακρισίαν ἵνα εἴπῃς καὶ σὺ μετὰ τοῦ προφήτου· «∆ίκαιος εἶ Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου». ∆ιὰ μίαν ἁμαρτίαν