1
De eleemosyna
Περὶ ἐλεημοσύνης.
62.769 Φησὶν ἡ θεία Γραφὴ, Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Ὅρα τίνα χρεωφειλέτην
κτῶνται οἱ ἐλεήμονες, πῶς μέγαν, πῶς εὔπορον. Ἀνθρώπῳ μὲν ἐὰν δανείσῃς ἢ χρυσίον, ἢ ἀργύριον, ἢ σῖτον, ποιεῖς γραμματεῖον, καὶ τὴν χεῖρα τὴν δεδομένην δεσμεύεις τοῖς γράμμασιν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο, ἀλλὰ τοῖς μαρτυρίοις διδοῖς καὶ τῷ πένητι, καὶ ὁ Θεὸς προσκαλεῖται καὶ προσφωνεῖ ἀπολαβεῖν τὰ δάνεια, ἃ ἐδάνεισας τῷ πένητι· σπεύδει λῦσαι τὴν ἐγγύην, καὶ οὐχὶ ἁπλῶς ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλογίας λέγων λέγει, καὶ ἐλάττων πολλοῖ. Ὁμοίως καὶ ὁ ἀγοράζων, ὀλίγον μὲν ἔρχεται διδόναι, περισσότερον δὲ ὁ πωλῶν· καὶ οὕτως εἰς μέσον τιμὴν στήσαντες τὰ σύμφορα πραγματεύονται.
Καὶ ὅτε μετὰ τοσούτου κόπου κτήσῃ ὃ ποθεῖς, οὐκ ἔχεις τὸ ἀσφαλές· πολλάκις γὰρ πρὸ τοῦ φθάσαι εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμος εὑρέθη, καὶ γίνεται διπλοῦς ὁ κόπος. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐδὲν τοιοῦτον ὑπομένεις, οὐχ ὁδοιπορίας κόπους, οὐ καύσωνα, οὐ χαυνότητα, οὐ λύπην ἀποτυχίας, οὐδὲν τούτων. Ἔσω καθημένου σου εἰς τὴν οἰκίαν, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει σοι· ∆ὸς ἄρτον, καὶ λάβε παράδεισον· δὸς ἀπότριμμον ἱμάτιον, καὶ λάβε βασιλείαν οὐρανῶν. Πλὴν οὐκ ἀναγκάζει σε διδόναι ὃ οὐκ ἔχεις, ἀλλ' ἐξ ὧν ἰσχύεις. Ἀλλὰ σὺ λέγεις μὴ θέλων ἀγοράσαι τὸν παράδεισον τοῦ Θεοῦ. Οὐκ ἔχω ἄρτον. ∆ὸς ἕνα ὀβολὸν, δὸς ποτήριον ψυχροῦ ὕδατος, δὸς ὃ θέλεις, δὸς ὃ ἔχεις· πάντα ὁ Χριστὸς δέχεται· μόνον ἀγόρασαι τὸν παράδεισον· μίμησαι τὴν χήραν ἐκείνην τὴν Σαραφθείαν, λέγων· Ἣ τὴν δρᾶκα ἀλεύρου ἔδωκε, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐκληρονόμησε· καὶ πάλιν ἄλλην χήραν τὴν ἐν τῷ Εὐαγγελίῳ μνημονευομένην, τὴν μηδὲν ἔχουσαν ἄλλο, εἰ μὴ δύο λεπτὰ μόνον, καὶ ταῦτα βαλοῦσα ἐν τῷ γαζοφυλακίῳ ἠγόρασε τὸν παράδεισον. Οὐ ζητεῖ ὁ Θεὸς ὄγκον χρημάτων, ἀλλὰ ψυχὴν ἐλεήμονα, καὶ καρδίαν εὐπροαίρετον. ∆ὸς πένητι, κτῆσαι τὸν Θεὸν χρεωφειλέτην· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ.
Καὶ πότε, φησὶν, ὁ δανεισάμενος ἀποδίδωσιν; Ὅτε ἀφῇς τὰ ἐνταῦθα ἅπαντα χρήματα, τὰς οἰκίας, τὸ χρυσίον, τὸ ἀργύριον, τὸν ἱματισμὸν, τὰ λοιπὰ πάντα, καὶ ἐκεῖ ἀπέρχῃ πάντα τὰ ἐνταῦθα καταλιπών· τότε ὁ δανεισάμενος μετ' εὐχαριστίας ἀποδίδωσι. Πρόπεμψόν σου τὰ χρήματα, μὴ περιμένῃς χρόνους, μὴ τηρήσῃς αὐτὰ, ἵνα μὴ ἀπολέσῃς τὴν αἰώνιον ζωήν. Ἄδηλος ὁ θάνατος, οὐκ οἶδας πότε ἔρχεται, οἵᾳ ὥρᾳ οὐ γινώσκεις ἐκπορεύῃ· καὶ σὺ μὲν ἐκεῖ ὑπάγεις, τὰ δὲ χρήματα ὧδε μένει, καὶ ἄλλοι τὸν πλοῦτόν σου καταμεριζόμενοι, οὐδὲ μνήμην τοῦ ὀνόματός σου ποιοῦσι· πολλάκις δὲ οἱ κληρονόμοι σου ἀνασκάπτουσί σου τὴν οὐσίαν, καὶ καταρώμενοί σε. Πρόπεμψόν σου τὰ χρήματα εἰς τὸν αἰῶνα τὸν ἀτελεύτητον, μήποτε εἰς τὸν τόπον ἀπέλθῃς τοῦ πυρὸς τοῦ ἀσβέστου, ὡς πλούσιος διὰ Λάζαρον. ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· καὶ τὰ ἑξῆς. Ὅρα τί λέγει ὁ Ποιητὴς τοῦ κόσμου. Οὐ λέγει, Βασιλεὺς ἤμην, καὶ ἐφοβήθητέ με· οὐδὲ, Ἄρχων, καὶ ἐτιμήσατε· ἀλλὰ, Γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς, καὶ ἐπεσκέψασθέ με.
Ὄντως οὐδὲν ἴσον τῆς ἐλεημοσύνης· πένης δαπανᾷ, καὶ ὁ Θεὸς ἀποδίδωσι. ∆ανεισάμενος ὁ Θεὸς ἀπὸ τῶν πενήτων καὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, οὐκ ἀποδίδωσι μόνον τὸ δάνειον, ἀλλὰ κληρονόμους αὐτοὺς ποιεῖ τοὺς δανειστὰς,