1
De eleemosyna
Περὶ ἐλεημοσύνης. 60.707 Οἱ λειμῶνες ἔχουσι ποικίλα καὶ διάφορα ἄνθη, καὶ τὰ μὲν εἰς τέρψιν ὀφθαλμῶν, τὰ δὲ εἰς εὐωδίαν, τὰ δὲ εἰς ἐπιμέλειαν, ἕκαστα δὲ αὐτῶν ἁρμόττει τῷ ἀνθρώπῳ· οὕτω καὶ ἡ Ἐκκλησία ἔχει τῶν θείων Γραφῶν τὴν ἀνάγνωσιν, εὐαγγελικά τε καὶ ἀποστολικὰ καὶ προφητικὰ, καὶ τὰς λοιπὰς ἱερὰς βίβλους· ἕκαστα δὲ αὐτῶν ἁρμόττει τῷ Χριστῷ. Ἀλλὰ μὴν ἐπὶ τῶν ἔξω λειμώνων ἀνατέλλει ὁ ἥλιος, καὶ μαραίνει τὰ ἄνθη, καὶ ἡ εὐπρέπεια τῶν προσώπων αὐτῶν ἀφανίζεται· ἐν δὲ τῷ λειμῶνι τούτῳ ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ τὸν μὲν σωφρονίζει, τὸν δὲ δικαιοῖ, τὸν δὲ ἐλεεῖ. Ἀνέτειλε γὰρ ἡμῖν διὰ τοῦ εὐαγγελίου σήμερον λέγων· Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Πάλιν πενήτων ὑπόμνησις, πάλιν πλουσίων ὄνειδος. Οὐκ ἀξίωμα διαβάλλω, μὴ γένοιτο, ἀλλ' ἀκόλαστον γνώμην· οὐ πλοῦτον διαβάλλω, ἀλλὰ τοὺς κακῶς πλουτοῦντας· καλὸν γὰρ ὁ πλοῦτος τοῖς καλῶς διοικοῦσιν αὐτόν· καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσιν αὐτήν. Ἐπεὶ καὶ Ἀβραὰμ ἦν πλούσιος, καὶ οὐδένα ὑπερηφάνησε, καὶ Λάζαρος πένης ἦν, καὶ οὐδέποτε ἐδυσπέτησε, καὶ μάλιστα ἐν τοσαύτῃ ἀνάγκῃ. Ἵνα τί δὲ δύο πρόσωπα μαρτύρων ἤνεγκα; Φέρε μοι ἐνταῦθα τὸν μακάριον Ἰὼβ ἑκατέρων τὴν πεῖραν εἰληφότα. Καὶ ὅτε πλούσιος ἦν, ἔλεγε, Παντὶ ἀνθρώπῳ ἠνέῳκτό μου ὁ οἶκος· καὶ ὅτε ἐπένετο, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Πόσα ἐπάλαισεν ὁ διάβολος, καὶ τὸν δίκαιον οὐκ ἔῤῥηξε; Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσε, καὶ τὸν στρατιώτην οὐκ ἔτρωσε· τὰ μηχανήματα προσήνεγκε, καὶ τὸν πύργον οὐκ ἐσάλευσε· τὸ δένδρον ἐτίναξε, καὶ τὸν καρπὸν οὐκ ἐτρύγησε· τοὺς κλάδους ἔκλασε, καὶ τὴν ῥίζαν οὐκ ἀνέσπασε· τὸν τοῖχον διώρυξε, καὶ τὸν θησαυρὸν οὐκ ἐσύλησε. Θησαυρὸν δὲ λέγω οὐ χρυσοῦ καὶ ἀργύρου, ἀλλὰ τὴν ἀσάλευτον αὐτοῦ πίστιν· τοῦτον γὰρ τὸν αὐτοῦ θησαυρὸν ἐβούλετο συλῆσαι ὁ διάβολος. Εἶδες τὸν καρπὸν πληθυνόμενον; εἶδες τὴν πίστιν ὡς πέτραν ἐστηριγμένην; εἶδες τὸν πύργον ἄῤῥηκτον ἑστῶτα; εἶδες τὸν στρατιώτην παραταττόμενον, εἶδες τὸν διάβολον ἀφανιούμενον; εἶδες τὸν Θεὸν βραβεύοντα, εἶδες τὸν διάβολον αἰσχυνόμενον; Ποῖον ὄνομα καλέσαι τὸν δίκαιον οὐκ οἶδα. Ἀθλητὴν αὐτὸν εἴπω; Ἀλλὰ πολύαθλος τοῖς παλαίσμασι. Στρατιώτην αὐτὸν εἴπω; Ἀλλὰ δυνατώτερος τῇ καρδίᾳ. Πύργον αὐτὸν εἴπω; Ἀλλ' ὑψηλότερος τῷ φρονήματι. Πέτραν αὐτὸν εἴπω; Ἀλλὰ στερεώτερος. ∆ένδρον αὐτὸν εἴπω; Ἀλλ' ὡραιότερος. Θησαυρὸν αὐτὸν εἴπω; ἀλλὰ πολυτελέστερος. Ποῖον ὄνομα ἔχω ἐπιθεῖναι τῷ δικαίῳ οὐκ οἶδα. Ἀκουέτωσαν οἱ πλούσιοι, ἀκουέτωσαν καὶ οἱ πένητες, πῶς ὁ μακάριος οὗτος ἐν 60.708 μὲν τῇ εὐημερίᾳ αὐτοῦ διῴκησε τὸν ἑαυτοῦ πλοῦτον, ἐν δὲ πενίᾳ πόσον πειρασμὸν ὑπομείνας, οὐκ ἐλύθη ἡ ἐλπὶς αὐτοῦ ἀπὸ Θεοῦ. Ὁρᾷς ὅτι καλὸν τὸ πλουτεῖν τοῖς καλῶς διοικοῦσι, καὶ καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσι; Μή μοι λέγε, ὅτι Πενίαν φοβοῦμαι. Πενίαν φοβῇ, καὶ τὸν Θεὸν οὐ φοβῇ; Πτωχείαν φοβῇ, καὶ ἁμαρτίαν οὐ φοβῇ; Μὴ φοβηθῇς πενίαν, ἀλλ' ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Ἐὰν ἔχῃς φίλον τὸν βασιλέα, πλουτίσει σε· καὶ ἐὰν ἀγαπᾷς τὸν Χριστὸν καὶ τοὺς πτωχοὺς, πλουτίσει σε. Αὐτὸς πλουτίζει καὶ πτωχίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἀνυψοῖ πτωχόν. Ὁ ∆εσπότης αἰτεῖ ἐντολὴν, καὶ οὐ δίδως αὐτῷ; Ὅταν γὰρ ἀκούσῃς αὐτοῦ λέγοντος, ὅτι Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε,