1

 2

 3

1

De fugienda simulata specie

ΟΤΙ ΕΠΙΠΛΑΣΤΟΝ ΣΧΗΜΑ ΚΑΙ ΜΗ ΑΛΗΘΕΣ ΦΕΥΓΕΙΝ ΧΡΗ, ΟΜΙΛΙΑ. 48.1073 Πάλιν χρὴ μεταχειρίσασθαι ἡμᾶς τὴν εὐαγγελικὴν σάλπιγγα, καὶ τὴν τοῦ Κυρίου παραίνεσιν πρὸς ὑμᾶς ἐκφάναι· Προσέχετε γὰρ, φησὶν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Ἐλέγχεται γὰρ, φησὶν, ἐπίπλαστον σχῆμα πανταχοῦ διὰ τῶν καθ' ἑκάστην πραττομένων· ἀπὸ γὰρ τῆς προαιρέσεως αἱ πράξεις· τὸ σεμνὸν σχῆμα τὴν προαίρεσιν οὐκ ἀλλάττει. Ματαιόπονος οὖν παρὰ τοῖς σοφοῖς ὁ δολερὸς, τοῖς δυναμένοις αὐτὸν θηρᾶσαι διὰ τῶν καρπῶν, καὶ καταμαθεῖν ὅστις ὢν ὁποῖος φαίνεται. Τί οὖν κρύπτεις ἐν ἀλλοτρίῳ σχήματι σαυτόν; τί κατακρύπτεις τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον; Ἐκφαίνει γάρ σε μικρὸν ὕστερον ἡ ἀλήθεια, καὶ φεύγων ἀλήθειαν ἁλώσῃ διὰ τῆς ἀληθείας. Τί προβάλλῃ λόγους χρηστότητος, τὸ πικρὸν ἦθος κατακαλύπτων; Οὐ λάθῃς πικρὸς ὢν, κἂν πάνυ γλυκὺς εἶναι προσποιήσῃ. Τί φιλίας ὑποδύῃ σχῆμα πολέμιος ὤν; Οὐκ ἐν σκότει ζῶμεν· ἐκφαίνεται τὰ κρυπτὰ, καὶ διελέγχεται τὸ μῖσος, ὅπερ ἔκρυπτες. Τί προσποιῇ τὴν φιλίαν; τί κολακεύεις μὴ φιλῶν; Μισητόν σου καὶ τὸ τῆς κολακείας γενήσεται, βλάβην ὡς παρὰ ἐχθροῦ φέρον, οὐκ ὠφέλειαν ὡς παρὰ φίλου. Ἐπαινεῖς γὰρ καὶ τὰ φαῦλα κολακείας ἕνεκα· οὐχ οὕτω δὲ ἀναίσθητος ὁ κολακευόμενος· μισῆσαι γὰρ ὀφείλει τὸν ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπαινοῦντα. Τί δικαίου χαρακτῆρα καὶ σώφρονος ἐπιμορφάζεις ἐν ἀδικήμασιν ὢν καὶ ἀκολασίαις διατελῶν; τί καλύπτεις ὑπερηφανίαν σχήματι, καὶ ῥήματι ταπεινώσεως καὶ εὐλαβείας ὑποκρίνῃ τὸν φθόνον; Οὐκ ἔστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν, ὃ οὐ γνωσθήσεται. Μῶμος πονηρὸς ἀνθρώπου ψεῦδος· φύγωμεν τὴν ἐπὶ τῷ ψεύδει διαβολήν· μὴ ποιήσῃς ἄπιστον τῷ φίλῳ σεαυτὸν, ἵνα μὴ, καὶ ὅτε λαλεῖς ἀλήθειαν, οὐκ ἔτι πιστεύσῃ· ὁ γὰρ ἐν ἑνὶ εὑρεθεὶς ψεύστης, οὐκ ἔτι ἐστὶν ἄξιος πιστευθῆναι, οὐδὲ ἂν ἀληθεύσῃ ποτέ. Ὅτι τὸ λαλεῖν δίκαια, φησὶ, καὶ ἀληθεύειν, ἀρεστὸν Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα. ∆ῶρον δεκτὸν Θεῷ προσοίσεις πίστιν καὶ ἀλήθειαν· εὔκολον δὲ καὶ αὐτό σοι τὸ τὰ ὄντα λαλεῖν, καὶ μὴ τὰ μὴ ὄντα τεχνάζεσθαι. Οὐ γὰρ κάμῃς βιαζόμενος τὸ ψεῦδος εἰς ἀλήθειαν, οὐδὲ ἀτονιάσῃς μηδὲν, λέγων ἐναντία σεαυτῷ, ὅτι μὴ σύμφωνος ὁ ψευδὴς λόγος πρὸς ἑαυτόν· οὐκ αἰσχυνθήσῃ ψευσάμενος ἄλλους σὺ τὴν ἀλήθειαν φυλάττων· ὅρκου πιστότερον τὸν λόγον οἱ φίλοι ἡγήσονται, καὶ πάσης ἐνόρκου μαρτυρίας ἰσχυρότερον τὸ ῥῆμα τὸ σὸν δικαίαν καὶ ἀναμφισβήτητον καταδέξεταί σου μαρτυρίαν· ὁπότε μαρτυρήσεις παρελθὼν, δόξαν μὲν σεαυτῷ καλλίστην ἐπὶ τὴν ἀλήθειαν, σωτηρίαν δὲ κινδυνεύουσιν καὶ ἀδικουμένοις ὠφέλειαν ἐν δικαστηρίῳ προξενῶν. Χείλη ἀληθινὰ, φησὶ, κατορθοῖ μαρτυρίαν ἀληθῆ· ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος· ὄψεταί σε δικαστὴς ἀσμένως ἀπαλλάττων τῆς περὶ 48.1074 τὴν δίκην ζητήσεως. Ἀλλὰ γὰρ ἐπαινετὸν παρὰ Κυρίου τῆς ταπεινοφροσύνης τὸ κατόρθωμα, εἰ δυνηθῶμεν κατορθῶσαι. Πολλοὶ μὲν οὖν κατορθώσαντές τι ἀγαθὸν, ἑαυτοὺς σμικρύνειν βούλονται παρὰ τὴν ἀλήθειαν, ψεύδεσθαι καθ' ἑαυτῶν βουλόμενοι μᾶλλον. Ἐγὼ δέ σοι λέγω, πρὸς τὴν ἀλήθειαν ταπεινοφρόνησον, ἄνθρωπε· εἰς ἀκοὰς Θεοῦ λάλει περὶ σεαυτοῦ ταπεινὰ, ὡς ὁ Ἀβραὰμ ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ὡς Παῦλος ἔλεγεν· Ἐγὼ δέ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ