1

 2

1

De iis qui in jejunio continenter vivunt

Βʹ. Τοῦ αὐτοῦ περὶ τῶν ἐν νηστείᾳ σωφρονούντων, καὶ διαγωγῆς διαφόρων προφητῶν.

64.15 Οἱ μὲν ἀθληταὶ καθ' ἑκάστην ἡμέραν γυμναζόμενοι καὶ τὴν τέχνην αὔξουσι, καὶ τὴν κατὰ τῶν ὑπεναντίων νίκην ῥᾳδίως λαμβάνουσιν· οἱ δέ γε δρομεῖς ἐν τῇ καθημερινῇ μελέτῃ τῆς εὐστροφίας εὐκινήτους τὰς ἁρμονίας ἀπεργαζόμενοι πρὸς προσδοκίαν ταχίστην ὀξύνονται. Τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ πατέρες συνεχέστερον ἡμᾶς διδάσκειν ἐπιτρέπουσιν, ἵνα τὴν ἐν τῷ διδάσκειν ἀσφάλειαν ἐκ τῆς τοῦ λόγου μελέτης ταχεῖαν ἡμῖν προσποιησώμεθα. ∆εῦρο τοίνυν, ἀγαπητοὶ, τὸν Ἰωσὴφ ἰχνηλατήσαντες, τὴν Αἰγυπτίαν ἁμαρτίαν λείποντες, γυμνοὶ τοῦ μίσους πρὸς τὴν σωφροσύνην ἐκδράμωμεν. Καὶ γὰρ, εἰ καὶ Ἰωσὴφ τὸ τῆς σαρκὸς κάλυμμα, ἀλλ' οὔ γε τῆς σωφροσύνης δόξης λαμπρότερον εἶχε τὸ ἔνδυμα; Σωφροσύνης ἁγνεία τοὺς πατέρας συσφίγξασα στύλους ἀδαμαντίνους τῇ οἰκουμένῃ ὑπήρεισε, τὰς μὲν εὐχὰς εἰς οὐρανὸν ἐκτείνοντας, τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων ἐπὶ γῆς θεραπεύοντας. Μωϋσῆς ὁ μακάριος σωφροσύνῃ ἑαυτὸν περισφίγξας, στῦλος σωτηρίας τοῖς Ἑβραίοις γέγονεν ἐν Αἰγύπτῳ, καὶ τῶν μὲν πρωτοτόκων θύρας τῶν Αἰγυπτίων ἐδάφιζε, τοὺς δὲ φωτοφόρους παῖδας τῶν Ἑβραίων ἐμακάριζε· καὶ τῷ μὲν Φαραὼ καὶ τοῖς μάγοις στῦλος ἀνθίστατο, Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ, τὴν σωφροσύνην σύνευνον ἔχων, οὐρανίοις φωστῆρσιν ἐκέλευε· τοῦ γὰρ ἡλίου τοὺς δρόμους ἐκώλυε, καὶ τῆς σελήνης τοὺς ὅρους ἐπήγνυε, καὶ τῆς ἡμέρας τὸ φάος ἐμήκυνε. Πότε δὲ τοῦτο; Ὅτε ὑπὲρ Γαβαὼν τὸν πόλεμον ἔλεγε· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ. Οὗτος ποταμὸν διέτεμε, λαὸν περιέσωσεν, καὶ εἰς τὴν ἁγίαν γῆν πάλιν τοὺς Ἑβραίους ἐπέστρεφεν· οὗτος τείχη ἐῤῥίπιζε, καὶ πόλεις ἀσεβῶν κατέστρεφε, τὴν Ῥαὰβ διέσωζεν, ἀλλοφύλους ἐκόλαζεν, ὁμοφύλους ἐδόξαζε. Σαμψὼν δὲ ὁ ἀνδρειότατος, σωφροσύνην φυλάσσων, λέοντα ἀπέπνιγε, καὶ ἐκ σιαγόνος ὄνου ὕδωρ ἐπήγαζε, καὶ τὸ ἴαμα τῆς δίψης ἐκεῖθεν ἐδέχετο. Ἠλίας δὲ ὁ Θεσβίτης σωφροσύνῃ συνοικήσας, τῇ πενιχρᾷ χήρᾳ ζωοδότης ἐγένετο· εὐλογία γὰρ ἀγαθὴ τὸ ἔλαιον αὐτῆς ἐπήγαζε, καὶ τὴν δράκα τοῦ ἀλεύρου καθ' ἡμέραν ἐπλήθυνεν. Ὁ αὐτὸς Ἠλίας διὰ σωφροσύνην πυρὸς καὶ ὕδατος θησαυροὺς ἐν νεφέλαις ἐκέκτητο· τοῖς γὰρ ἀσεβέσι πῦρ οὐράνιον ἐπόμβρει, καὶ τῇ οἰκουμένῃ ἐκλειπούσῃ οὐρανίους πηγὰς ἐξεκένωσεν. Ἑλισσαῖος δὲ ὁ τούτου μαθητὴς τὴν αὐτὴν τοῦ διδασκάλου σωφροσύνην κεκτημένος, ἐν τῇ ἀτόκῳ μήτρᾳ τῆς Σωμανίτιδος, δι' εὐχῆς τὸν στάχυν τοῦ τέκνου ἐβλάστανε· καὶ ἐπειδὴ ἔδει αὐτὸν ἴσα τῷ διδασκάλῳ τὰ θαύματα δεικνύναι, νεκρὸν ἕνα ἀνεγείρει· καὶ μετὰ θάνατον τῶν ὀστῶν αὐτοῦ τὰ λείψανα τοὺς νεκροὺς ἀνεγείρουσι. ∆ανιὴλ δὲ ὁ σοφώτατος, καθάπερ μάχαιραν δίστομον τὴν σωφροσύνην περιζωσάμενος, τοὺς λαθροφόνους λύκους συνέπνιξε, καὶ τὴν 64.16 ἀμνάδα Χελκίου ἀβλαβῆ διεφύλαττεν. Οὔτε γὰρ ὁ λαμπρὸς αὐτῆς πόκος τῆς σωφροσύνης μιαρῷ φιλήματι ἐτέμνετο, οὔτε τῇ διστόμῳ ῥομφαίᾳ τῆς ἁμαρτίας τοὺς μαστοὺς ἐμιαίνετο. Ἀμβακοὺμ δὲ ὁ μακάριος ὑπὸ Πνεύματος ἁγίου ἁρπαγεὶς τὸ τῶν ἐργατῶν ἄριστον τῷ ἐργάτῃ τῆς σωφροσύνης ∆ανιὴλ παρεκόμιζε. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ τοῦτον, καθάπερ τὸν Ἠλίαν, διὰ κοράκων ἐκθρέψαι; ἀλλ' ἵνα μὴ ἀπαραμύθητον ἐάσῃ τὸν μετὰ θηρίων