1
De jejunio, de Davide
Περὶ νηστείας, καὶ εἰς τὸν ∆αυῒδ, καὶ περὶ πρεσβυτέρων, καὶ εἰς τὸν Ἰωσὴφ, καὶ κατὰ Ναυάτου.
62.759 Καθολικὸν ἡμῖν, καὶ οὐ μερικὸν μέλος ὑπαγορεύων ὁ μακάριος ∆αυῒδ, ἐπῆλθε ψάλλειν· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ὢ τῆς εὐλαβείας τοῦ μακαρίου ∆αυῒδ, τοῦ πταίσαντος, καὶ μὴ καταφρονήσαντος! Εἰ γὰρ καὶ ὡς ἄνθρωπος ὀλισθήσας ἔπεσεν, ἀλλ' ὅμως ὡς ἄνθρωπος ἐξωμολογήσατο. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τῶν ἁμαρτιῶν οὐκ ἀπαλλάττομαι. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, ὡς χιὼν οὐ λευκανθήσομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, ὁ διάβολος τὴν φονομοιχείαν παίζων οὐ μεθίσταται. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, εἰς τὴν προτέραν τιμὴν οὐκ ἐπανέρχομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, πατήρ σου κατὰ σάρκα ἀκούειν οὐ δύναμαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ὑπαγορεύει μοι, καὶ οὐδεὶς τὸν πεντηκοστὸν ψαλμὸν ἐκμαθεῖν ἀνέχεται. Ἁρμόζει δὲ ἑνὶ ἑκάστῳ τῶν προσερχομένων τῷ ἁγίῳ βαπτίσματι λέγειν τὰ τοῦ μακαρίου ∆αυῒδ, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸν παλαιὸν ἄνθρωπον οὐκ ἀποδύομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸν νέον ἄνθρωπον οὐκ ἐνδύομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, οὐκ ἂν τῇ τῶν πιστῶν ποίμνῃ συναριθμηθήσομαι. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἐπείσθην γάρ σου λέγοντος, μὴ αἰσχυνθῇς ἐξομολογῆσαι τὰς ἁμαρτίας σου. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἤκουσα γάρ σου λέγοντος, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Εὔκαιρον δὲ καὶ τὰ τοῦ μακαρίου Παύλου λέξαι ῥήματα. Ποῖα ταῦτα; Νῦν καιρὸς εὐπρόσδεκτος. Ποῖος καιρός; ὁ τῆς νηστείας καλλωπισμός. Ποῖος καιρός; ὁ τῆς φιλοπτωχίας φωτισμός. Ποῖος καιρός; ὁ τῆς μετανοίας πορισμός. Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας. Τὰ αὐτὰ δὴ ταῦτα καὶ ὁ Ἐκκλησιαστὴς γράφων λέγει· Καιρὸς τοῦ κλαῦσαι τὴν ἁμαρτίαν, καὶ καιρὸς τοῦ γελάσαι τῇ σωτηρίᾳ. Γελάσαι, οὐ καταγελάσαι· ἄλλο γὰρ γέλως προπετὴς, καὶ ἄλλο γέλως ἐπωφελής. Καὶ ὅτι οὐ ψεύδομαι ταῦτα λέγων, ἐξ αὐτῶν τῶν θείων Γραφῶν λάμβανε τὴν ἀπόδειξιν. Περὶ μὲν γὰρ τοῦ προπετῶς γελῶντος, ἄκουσον τῆς Σοφίας λεγούσης· Ἄφρων ἐν γέλωτι πράσσει κακά· περὶ δὲ τοῦ συνετῶς γελῶντος καὶ ἐπωφελῶς, ἄκουε τοῦ Ἰὼβ λέγοντος· Πᾶν δῶρον ἀσεβοῦς οὐ λήψεται, ἀληθινὸν δὲ στόμα ἐκπλήσει γέλωτος. Καλῶς οὖν ἔλεγεν ὁ Ἐκκλησιαστής· Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι. Καιρὸς τοῦ κλαῦσαι τὴν ἁμαρτίαν, καὶ καιρὸς τοῦ εὐφρανθῆναι τῇ δικαιοσύνῃ· 62.760 ∆ίκαιος γὰρ Κύριος, καὶ δικαιοσύνας ἠγάπησε. Καιρὸς τοῦ ῥῆξαι τὴν ἔχθραν, καὶ καιρὸς τοῦ συνάψαι τὴν ἀγάπην· πειθόμενοι τῷ μακαρίῳ Παύλῳ τῷ λέγοντι, Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Καιρὸς τοῦ ἐκριζῶσαι τὴν ἀσέβειαν, καὶ καιρὸς τοῦ φυτεῦσαι τὴν εὐσέβειαν. Ταῦτα δὲ πάντα καὶ ὁ Κύριος ἡμῶν ἐμφαίνων Ἱερεμίᾳ τῷ προφήτῃ περὶ τῆς ἀκανθοβλάστου τῶν Ἰουδαίων χώρας ἔλεγε πρὸς αὐτόν· Ἰδοὺ καθίστημί σε σήμερον