1
De non judicando proximo
Εἰς τὸ λέγειν τοὺς Ἰουδαίους, "∆αιμόνιον ἔχεις," καὶ εἰς τὸ, "Μὴ κρίνετε κατ' ὄψιν."
60.763 Ὥσπερ ἡ φαεσφόρος σελήνη τὰ τῆς νυκτὸς ἀμαυρὰ λευκαίνουσα, τοῖς τε
κατὰ γῆν καὶ θάλατταν πλωτῆρσί τε καὶ ὁδοιπόροις τὸ κάλλος δᾳδουχοῦσα, ἀνεμπόδιστον ἑκάστῳ τὴν πορείαν κατεργάζεται· ὡσαύτως καὶ ὁ τῆς Ἐκκλησίας διδάσκαλος δίκην σελήνης τὰς τῆς θεογνωσίας λαμπηδόνας διὰ λόγου αὐγάζων, τούς τε ἐν τῷ πελάγει τοῦ βίου τούτου τὴν ἁλμυρίδα τῶν ἡδονῶν παρατρέχοντας, καὶ τοὺς τὴν χριστοφόρον ὁδὸν βαίνοντας, ἐπὶ τὴν ἀλήθειαν Χριστὸν παραπέμπει. Οἶδε δὲ καὶ ἡ θεία Γραφὴ τοὺς τῆς Ἐκκλησίας διδασκάλους καὶ ἐν σεμνῇ πολιτείᾳ βιοῦντας, ἐν εἰκόνι σελήνης καὶ ἀστέρων ὀνομάζειν, ὥς φησιν ὁ προφήτης ∆αυΐδ· Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.
Σαφέστερον δὲ ἔστιν ἐκ τῶν τοῦ Ἀποστόλου ῥημάτων ἰδεῖν τὴν διαφορὰν τῶν ἁγίων ἐπὶ τάξει ἡλίου καὶ σελήνης καὶ ἀστέρων ὀνομαζομένην· Ἄλλη δόξα, φησὶν, ἡλίου καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ. ∆εῦρο τοίνυν καὶ ἡμεῖς δίκην ἀστέρος βραχυτάτου ὑπολάμψαντες, τὰς ἀστραπὰς τῶν εὐαγγελικῶν νοημάτων σαφῶς ὑμῖν ὑποδείξωμεν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, φησὶ, τῷ Κυρίῳ· ∆αιμόνιον ἔχεις· ὁ δὲ, Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὦ Ἰουδαῖοι, ἐμὲ λέγετε δαιμόνιον ἔχειν· συγκρίνατε τὰ ἔργα τὰ ἐμὰ τοῖς ὑμετέροις, καὶ ἐν τῷ γνώμονι τῆς συνειδήσεως ὑμῶν διερευνήσαντες, εἴπατε, τίς ἄρα ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς διὰ θαλάσσης Ἐρυθρᾶς, ὡς διὰ χλοηφόρου πεδίου διελθόντες, καὶ ἐν τῇ ἐρήμῳ ἐν ἀφράστῳ γλυκάσματος μεταποιούμενον ἐδέξασθε ὕδωρ ἐκ πέτρας, καὶ ἐκ μέσου ἀέρος ὀρτυγομήτραν προσπίπτουσαν· καὶ μετὰ τὴν τοσούτων καὶ πλειόνων ἄλλων ἀγαθῶν παροχὴν, Μωϋσέως εἰς τὸ ὄρος ἀναδραμόντος, μοσχοποιήσαντες, τῷ λεγεῶνι τῶν δαιμόνων προσεκυνήσατε· ἐγὼ δὲ ἐλθὼν τὸν λεγεῶνα τῶν δαιμόνων ἀπὸ τῆς ἀνθρωπότητος ἀπήλασα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις θύετε, ἐγὼ δὲ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου τεθνεῶτας ἀνέστησα· τὸν μὲν λάρνακι κατακείμενον ἁφῇ χειρὸς, τὴν ἰαματικὴν δύναμιν πρὸς τὸν ἔνδοθεν κείμενον ἐκπέμψας, ὑγίασα· τὴν δὲ ῥήματι ἐκ θανάτου, ὡς ἐξ ὕπνου, ἤγειρα. Τίς οὖν ἔχει δαιμόνιον; ἐγὼ, ἢ ὑμεῖς; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
Ὑμεῖς πλαστοῖς ῥήμασι τῆς Ἰεζάβελ τὸν Ναβουθὲ ἀποκτείναντες, τὸν τῆς εὐφροσύνης γεννήτορα τὸν ἀμπελῶνα ἀνασκάψαντες, λαχανηφόρον ἄρουραν ἐποιήσατε, ἀσθενούντων βρώματα, ὥς φησιν ὁ Ἀπόστολος, Ὁ γὰρ ἀσθενῶν λάχανα ἐσθίει· ἐγὼ δὲ τοὺς δίκην λαχάνων χθαμαλῶν, τοὺς ὑπὸ τῆς ἀῤῥωστίας καταπεσόντας, ἐν ῥοπῇ ὀφθαλμοῦ ὑγιάσας καὶ ὑγιοποιήσας, ἄρτου οὐρανίου βρῶσιν μετέδωκα, καὶ πάλιν εἰς τὴν αὐτὴν τάξιν ἐγεώργησα λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος, καὶ ὑμεῖς τὰ κλήματα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ' ὄψιν 60.764 ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς τὸν Ἡσαΐαν ξυλίνῳ πρίονι πρίσαντες, διελύσατε· ἐγὼ δὲ τὴν διαλυθεῖσαν τῷ θανάτῳ ἀνθρωπότητα, τῇ μετουσίᾳ τοῦ ξύλου τοῦ σταυροῦ συναρμόσας ἀνέστησα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς Ἱερεμίαν τὸν προφήτην εἰς λάκκον βορβόρῳ βαλόντες ἀπεπνίξατε· ἐγὼ τὸν ἐν τῷ