1

 2

 3

 4

 5

 6

 7

1

De paenitentia (sermo 2) [Sp.]

Κυριακῇ τῆς Τυροφάγου περὶ μετανοίας καὶ ἐλεημοσύνης. Λόγος βʹ.

60.699 αʹ. Βασιλέως μὲν τοῦ ἐπιγείου στρατιώτας παρασκευάζουσι πρὸς παράταξιν

βοῶσαι σάλπιγγες· βασιλέως δὲ τοῦ ἐπουρανίου Ἰησοῦ Χριστοῦ στρατιώτας διεγείρει πρὸς δοξολογίαν καὶ φόβον Θεοῦ ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις· ἀλλ' ἐκείνους μὲν πρὸς αἰσθητῶν ἐχθρῶν καὶ πολεμίων ἀντιπαράταξιν· ἡμᾶς δὲ πρὸς ἀοράτους ἐχθρούς τε καὶ δαίμονας· καθώς φησιν ὁ Παῦλος, ὅτι Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἴδετε, ἀδελφοὶ, ποίους ἐχθροὺς ἔχομεν· ἴδετε μετὰ ποίων πολεμίων μαχόμεθα. Πονηροὶ γάρ εἰσιν, ὡς ὁρᾶτε, καὶ ἀναίσχυντοι καὶ πρὸς πᾶσαν ἁμαρτίαν ἐκβιάζονται ἡμᾶς.

Κἂν ἀποτύχωσιν ἐκ τούτου, ἐπὶ ἄλλο ἔρχονται· κἂν ἀπὸ ἐκείνου ἀπορήσωσιν, ἐπὶ ἕτερον μεταβαίνουσι· καὶ, ἁπλῶς εἰπεῖν, ἀπ' ἄλλου εἰς ἄλλο μετερχόμενοι οὐκ ἀφίστανται, ἕως ἂν τὸ θέλημα αὐτῶν γένηται. Καὶ τὸν μὲν κινοῦσι πρὸς πορνείαν, τὸν δὲ πρὸς μοιχείαν· καὶ ἄλλον ἐπὶ τὸ ἁρπάσαι τὰ ἀλλότρια, καὶ ἄλλον ἐπὶ τὸ κλέψαι τὰ τοῦ πλησίον· καὶ τὸν μὲν πρὸς πλεονεξίαν καὶ ἀπληστίαν, τὸν δὲ πρὸς βασκανίαν καὶ φθόνον· ἄλλον πρὸς φόνον καὶ λοιδορίαν, καὶ ἄλλον πρὸς καταλαλιὰν καὶ ἀδελφοκτονίαν· ἄλλον πρὸς γαστριμαργίαν καὶ παιδοφθορίαν, καὶ ἕτερον πρὸς ἱεροσυλίαν καὶ ἀναισχυντίαν· καὶ τὸν μὲν πρὸς ἀνθρωπαρέσκειαν καὶ φιλοδοξίαν, τὸν δὲ πρὸς ἀσπλαγχνίαν καὶ ἀπανθρωπίαν· ἄλλον πρὸς ἄρνησιν καὶ ὅρκον, καὶ ἄλλον πρὸς ὕβριν καὶ ἀτιμίαν· καὶ τὸν μὲν πρὸς ὀργὴν καὶ θυμὸν, καὶ ἄλλον ἐπὶ τόκον καὶ πρὸς ζῆλον καὶ ἔριν, καὶ ἕτερον πρὸς βλασφημίαν καὶ ἀκαθαρσίαν· καὶ τοὺς μὲν πείθουσι μὴ ἐλεεῖν πτωχοὺς, τοὺς δὲ τοῦ γείτονος τοὺς ὅρους παρασαλεύειν· ἄλλους ἀποστερεῖν ποιοῦσι τῶν μισθῶν μισθωτοὺς, οὗ τί γένοιτ' ἂν ἐλεεινότερον; ἄλλους ποιοῦσιν ὀρφανοὺς ἀποδύειν, ἄλλους χήρας καταπονεῖν, ἄλλους μηδὲ εἰς ἐκκλησίαν εἰσιέναι, ἄλλους εἰς μυρία πάθη κατακρημνίζουσιν, ὧν οὐκ ἔστιν ἀριθμός· ἃ καὶ διηγούμενον ἐπιλείψει με ὁ χρόνος τῆς ζωῆς μου. Ἴδετε, ἀδελφοὶ, εἰς πόσα κακὰ ἐμπίπτομεν καθ' ἑκάστην ἡμέραν, καὶ οὐ προσέχομεν. Ἀλλ', οἴμοι, τίς γένωμαι ταῦτα διηγούμενος; Πιστεύσατέ μοι, ἀδελφοὶ, ὅτι ἐν ᾧ καὶ μόνον ταῦτα γράφω, ἔκφοβός εἰμι καὶ ἔντρομος, καὶ φρίκη μοι ἐπέπεσε καὶ ἐξίσταμαι, καὶ δακρύειν μοι ἐπέρχεται, ὅταν ἐνθυμηθῶ τὸ, ἐν πόσοις πάθεσι πονηροῖς καὶ δαιμονικοῖς δελεαζόμεθα. Τί οὖν ἀμελοῦμεν, τί περιμένομεν; ποῖον καιρὸν ἐκδεχόμεθα; τί τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦμεν; τί οὐ φροντίζομεν τὰ τῆς ἐξόδου ἡμῶν; τί ἀμελοῦμεν, τί ἀναδυόμεθα; ἕως πότε ἀθύμως, ἕως πότε τρυφὴ, ἕως πότε μέθη, ἕως πότε ἡδοναὶ, ἕως πότε ἡδυπάθεια, ἕως πότε ἀπληστία, ἕως πότε ἁρπαγαὶ, ἕως πότε ἀδικία; ἕως πότε ἡ καταδρομὴ τῶν πτωχῶν; ἕως πότε αἱ λεηλασίαι τῶν πενήτων; ἕως πότε πλοῦτος, ἕως πότε χρήματα, ἕως πότε χρυσός; ἕως πότε φιλαργυρία, τῶν ψυχῶν ἡ ἀγχόνη; ἕως πότε φθόνος, ἕως πότε ψεῦδος, ἕως πότε καταλαλιὰ, ἕως πότε λοιδορία, ἕως πότε ἐπιθυμίαι αἰσχραὶ καὶ ἀκόλαστοι; Τί πλανώμεθα; τί ἀναμένομεν; τί ἀκαίρως κοπιῶμεν; τί ἑαυτοὺς χλευάζομεν; τί ἑαυτοὺς κατακόπτομεν μάτην; τί τὰ ἀλλότρια ἐπιτρέχομεν; τί ταρασσόμεθα; τί κοπιῶμεν; τί θησαυρίζομεν πρόσκαιρα;

Μετανοήσωμεν τοῦ λοιποῦ, ἐξυπνίσωμεν, γρηγορήσωμεν, παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, ἀποτινάξωμεν τὸν βαθὺν ὕπνον τῆς ἁμαρτίας. ∆εῦτε, ἀκούσατε, καὶ