1

 2

 3

 4

 5

 6

 7

 8

1

De profectu evangelii

ΠΡΟΣ ΤΟΥΣ Οὐκ εἰς δέον χρωμένους τῷ ἀποστολικῷ ῥητῷ τῷ λέγοντι, "Εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται" καὶ περὶ

ταπεινοφροσύνης.

51.311 αʹ. Τοῦ Φαρισαίου καὶ τοῦ τελώνου μνημονεύσαντες πρώην, καὶ ἅρματα δύο τῷ λόγῳ ζεύξαντες ἐξ ἀρετῆς καὶ κακίας, ἑκάτερον ἐδείξαμεν, ὅσον μὲν τῆς ταπεινοφροσύνης τὸ κέρδος, ὅσον δὲ τῆς ἀπονοίας τὸ βλάβος. Αὕτη μὲν γὰρ καὶ δικαιοσύνῃ συμβεβλημένη καὶ νηστείαις καὶ δεκάταις, ὑστέρησεν· ἐκείνη δὲ καὶ μετὰ ἁμαρτίας ζευχθεῖσα προέλαβε τὸ τοῦ Φαρισαίου ζεῦγος, καίτοι καὶ τὸν ἡνίοχον ἔχουσα φαῦλον. Τί γὰρ τελώνου χεῖρον; Ἀλλ' ὅμως ἐπειδὴ συνέτριψεν αὐτοῦ τὴν ψυχὴν, καὶ ἁμαρτωλὸν ἑαυτὸν ἐκάλεσεν, ὅπερ ἦν, ὑπερέβη τὸν Φαρισαῖον καὶ νηστείας ἔχοντα εἰπεῖν καὶ δεκάτας, καὶ κακίας πάσης ἀπηλλαγμένον. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι εἰ καὶ πλεονεξίας καὶ ἁρπαγῆς ἀπήλλακτο, τὴν μητέρα τῶν κακῶν πάντων κενοδοξίαν τε καὶ ἀπόνοιαν εἶχεν ἐῤῥιζωμένην ἐπὶ τῆς ψυχῆς. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος παρακαλεῖ καὶ λέγει· Ἕκαστος τὸ ἑαυτοῦ ἔργον δοκιμαζέτω, καὶ τότε εἰς ἑαυτὸν τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.

Ἐκεῖνος δὲ τῆς οἰκουμένης ἁπάσης παρῆλθεν εἰς μέσον κατήγορος, καὶ πάντων τῶν ὄντων ἀνθρώπων ἑαυτὸν ἔφησεν εἶναι βελτίω. Καίτοι καὶ εἰ δέκα μόνον, καὶ εἰ πέντε, καὶ εἰ δύο, καὶ εἰ ἑνὸς ἑαυτὸν προὔθηκεν, οὐδὲ τοῦτο ἀνεκτὸν ἦν· νυνὶ δὲ οὐχὶ προὔθηκεν ἑαυτὸν μόνον τῆς οἰκουμένης, ἀλλὰ καὶ κατηγόρησεν ἁπάντων. ∆ιὰ τοῦτο ὑστέρησε κατὰ τὸν δρόμον. Καὶ καθάπερ ναῦς μυρία διαδραμοῦσα κύματα, καὶ πολλοὺς ἐκφυγοῦσα χειμῶνας, εἶτα ἐν αὐτῷ τῷ στόματι τοῦ λιμένος σκοπέλῳ τινὶ προσαράξασα πάντα τὸν ἐναποκείμενον ἀπόλλυσι θησαυρόν· οὕτω δὴ καὶ ὁ Φαρισαῖοις οὗτος, τοὺς πόνους τῆς νηστείας ὑπομείνας καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης, ἐπειδὴ γλώττης οὐκ ἐκράτησεν, ἐν αὐτῷ τῷ λιμένι τὸ φορτικὸν ναυάγιον ὑπέμεινε. Τὸ γὰρ ἐξ εὐχῆς, ὅθεν κερδαίνειν ἔδει, τοσαῦτα βλαβέντα μᾶλλον ἀπελθεῖν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐν λιμένι ναυάγιον ὑπομεῖναι.

βʹ. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, κἂν εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν

ἀνέλθωμεν, πάντων ἑαυτοὺς ἐσχάτους νομίζωμεν, μαθόντες ὅτι καὶ ἐξ αὐτῶν τῶν οὐρανῶν ἀπόνοια δύναται κατενεγκεῖν τὸν μὴ προσέχοντα, καὶ ἐξ αὐτῆς τῆς ἀβύσσου τῶν ἁμαρτημάτων ἀνενεγκεῖν εἰς ὕψος ταπεινοφροσύνη τὸν μετριάζειν εἰδότα. Αὕτη γὰρ πρὸ τοῦ Φαρισαίου τὸν τελώνην ἔστησεν· ἐκείνη δὲ, ἡ ἀπόνοια λέγω, καὶ ἡ ὑπερηφανία, καὶ ἀσωμάτου περιεγένετο δυνάμεως τοῦ διαβόλου· ἡ δὲ ταπεινοφροσύνη καὶ τῶν οἰκείων ἁμαρτημάτων ἡ ἐπίγνωσις εἰς παράδεισον τὸν λῃστὴν εἰσήγαγε πρὸ τῶν ἀποστόλων. Εἰ δὲ οἱ τὰ οἰκεῖα ὁμολογοῦντες ἁμαρτήματα, τοσαύτην ἑαυτοῖς προξενοῦσι τὴν παῤῥησίαν, οἱ πολλὰ μὲν ἑαυτοῖς συνειδότες ἀγαθὰ, ταπεινοῦντες δὲ ἑαυτῶν τὴν ψυχὴν, πόσων οὐκ ἐπιτεύξονται στεφάνων; Ὅταν γὰρ ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην μετ' ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν. Ἂν τοίνυν μετὰ δικαιοσύνης αὐτὴν συνάψῃς, ποῦ οὐκ ἀφίξεται; πόσους οὐ διαβήσεται οὐρανούς; Παρ' αὐτὸν πάντως στήσεται τοῦ Θεοῦ τὸν θρόνον ἀνὰ μέσον τῶν ἀγγέλων μετὰ παῤῥησίας πολλῆς.

Πάλιν εἰ μετὰ δικαιοσύνης ἡ ἀπόνοια ζευχθεῖσα, τῇ τῆς οἰκείας κακίας ὑπερβολῇ καὶ βαρύτητι καθελκύσαι τὴν ἐκείνης παῤῥησίαν ἴσχυσεν, ἂν μετὰ