1

 2

 3

1

De regressu

Τοῦ αὐτοῦ, Ιωάννου τοῦ Χρυσοστόμου ὅτε ἦλθεν ἀπὸ Ἀσίας

1 Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιός, ὁ ῥιφεὶς παρὰ τῆς τεκούσης καὶ σωθεὶς παρὰ τῆς πολεμούσης (ἐξέθηκεν μὲν γὰρ αὐτὸν ἡ μήτηρ, ἀνείλατο δὲ αὐτὸν ἡ Αἰγυπτία καὶ ἔθρεψεν), ὁ ἐν Αἰγύπτῳ τρεφόμενος καὶ ἐν οὐρανῷ πολιτευόμενος, ὁ τοιοῦτον καὶ τηλικοῦτον κατὰ τῶν Αἰγυπτίων τρόπαιον στήσας, ὁ θάλασσαν πήξας καὶ πέτραν διαρρήξας καὶ ὡς φίλος διαλεγόμενος τῷ Θεῷ·

2 Ὁ τοσοῦτος καὶ τηλικοῦτος, ἵνα τεσσαράκοντα μόνον ἡμέρας καταλίπῃ τὸν ἑαυτοῦ λαόν, εὗρεν αὐτοὺς στασιάζοντας καὶ παρανομοῦντας. Ἐγὼ δέ, οὔτε τεσσαράκοντα ἡμέρας, ἀλλὰ καὶ πεντήκοντα καὶ ἑκατὸν καὶ πλείους, εὗρον ὑμᾶς καὶ συγκεκροτημένους καὶ φιλοσοφίαν καὶ μείζονα τὴν εὐσέβειαν ἐπιδεικνυμένους· ἀλλ' ἐπειδὴ λαὸς οὗτος ἐκείνου σωφρονέστερος.

3 ∆ιὰ δὴ τοῦτο ἐκεῖνος κατελθὼν κατηγορίας ἔπλεκεν πρὸς τὸν Ἀαρών· ἐγὼ δὲ παραγενόμενος ἐγκώμια ὑφαίνω καὶ στεφάνους συντίθημι· Ὅπου γὰρ παράβασις ἐγκλήματα, ὅπου δὲ κατορθώματα ἔπαινοι καὶ στέφανοι. ∆ιὰ τοῦτο εἰ καὶ πολὺν ἐποίησα χρόνον ἔξω, ἀλλ' ὅμως ἐθάρρουν ὑμῶν τῇ γνώμῃ, τῇ ἀγάπῃ, τῇ πίστει, τῇ εὐνοίᾳ, ὅτι ᾔδειν τὴν γυναῖκά μου τὴν ὡρμασμένην σωφρονοῦσαν.

4 Οὕτω καὶ ἐπὶ τῶν ἔξωθεν γίνεται πραγμάτων· καὶ γὰρ ἀνήρ, ὅταν μὲν ἀκόλαστον ἔχῃ γυναῖκα, οὐδὲ προκύπτειν αὐτὴν τῆς οἰκίας συγχωρεῖ· εἰ δέ (f. 389) ποτε καὶ ἀναγκασθῇ ἀποδημῆσαι, ἐπείγεται ταχέως ἐπανελθεῖν, καθάπερ κέντρῳ τινὶ τῇ ὑποψίᾳ νυττόμενος. Ὁ δὲ σώφρονα ἔχων, ἔξω διάγει, ἀρκοῦντα ἐπίτροπον ἀσφαλείας τὸν τρόπον καταλιπὼν τῆς γυναικός.

5 Τοῦτο ἐγὼ καὶ Μωϋσῆς ἐπάθομεν· ἐκεῖνος μὲν γάρ, ἐπειδὴ ἀκόλαστον γυναῖκα τὴν συναγωγὴν κατέλιπεν, κατεπείγει αὐτὸν ὁ Θεός· «Ἀνάστα, κατάβα, ἠνόμησεν γὰρ ὁ λαός». Ἐγὼ δὲ οὐδὲν τοιοῦτον ἐπίταγμα ἐδεξάμην, ἀλλὰ μετὰ ἀδείας τὰ ἠσθενηκότα ἐθεράπευον· «Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες».

6 Ἀλλ' εἰ καὶ ἀπελείφθην ὑμῶν, οὐ διὰ ὑπεροψίαν, ἀλλὰ διὰ τὸν ὑμέτερον πλοῦτον. Τὰ γὰρ δι' ἐμοῦ, μᾶλλον δὲ διὰ τῆς χάριτος κατορθωθέντα ὑμέτερος στέφανος γίνεται. Καὶ διὰ τοῦτο χαίρω καὶ σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς. Χαίρω μέν, ἑρμηνεῦσαι δὲ τὸ μέγεθος τῆς χαρᾶς οὐ δύναμαι. Τί οὖν ἵνα γένηται, πῶς ἵνα μάθητε τὸ μέγεθος τῆς χαρᾶς; Τὸ συνειδὸς ὑμῶν εἰς μαρτυρίαν καλῶ· ἀφ' ὧν γὰρ ὑμεῖς πάσχετε ἐμὲ θεώμενοι, οἴδατε τὰ ἡμέτερα οἷά ἐστιν, ἀπὸ τῆς θεωρίας τῆς ὄψεως πειθόμενοι.

7 Εἰ γὰρ ἐμοῦ τοῦ ἑνὸς ἀνδρὸς παρουσία τοσοῦτον δῆμον τοσαύτης ἡδονῆς ἐνέπλησεν, τοσούτων ἀνδρῶν ὄψις ποθουμένων ποίαν ἡδονὴν οὐκ ἀνεργάσηται ψυχῇ τῇ ἐμῇ; Καὶ ὁ μὲν Ἰακὼβ ἕνα υἱὸν θεασάμενος τὸν Ἰωσὴφ ἔχαιρε καὶ ἀνεζωπυρήθη ὁ γέρων, ἐγὼ δὲ οὐχ ἕνα ἀλλὰ μυριάδας κατ' ἐκεῖνον ὁρῶν καὶ δῆμον ὁλόκληρον.

8 ∆ιὰ ταῦτα χαίρω ὅτι ἀπέλαβον τὸν παράδεισον τὸν ἐμόν, παράδεισον ἐκείνου τοῦ παραδείσου βελτίονα. Ἐκεῖ γὰρ ὄφις ἦν ἐπιβουλεύων, ἐνταῦθα δὲ Χριστὸς μυσθαγωγῶν· ἐκεῖ Εὔα ἀπατῶσα, ἐνταῦθα ἡ ἐκκλησία στεφανοῦσα· ἐκεῖ Ἀδὰμ ἀπατώμενος, ἐνταῦθα δῆμος ἀνακηρυττόμενος· ἐκεῖ δένδρα διάφορα, ἐνταῦθα χαρίσματα ποικίλα καὶ πνευματικά. Ἐν τῷ παραδείσῳ δένδρα μαραινόμενα, ἐν τῇ