1

 2

 3

1

De sacerdotio (lib. 7) Sp.

ΤΟΥ ΑΥΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Περὶ ἱερωσύνης λόγος ἕβδομος.

Ὦ θαῦμα παράδοξον! ὦ δύναμις ἄῤῥητος! ὦ φρικτὸν μυστήριον τὸ τῆς ἱερωσύνης· νοερὰ καὶ ἁγία, σεμνὴ καὶ ἀμώμητος, ἣν Χριστὸς τοῖς ἀξίοις ἐλθὼν ἐδωρήσατο. Προσπίπτω καὶ δέομαι δάκρυσι καὶ στεναγμοῖς, ἵνα ἐσοπτρίσωμαι εἰς τοῦτον τὸν θησαυρὸν τῆς ἱερωσύνης, τοῖς αὐτὸν φυλάττουσιν ἀξίως καὶ ὁσίως. Θυρεὸς γάρ ἐστι λαμπρὸς καὶ ἀνείκαστος, καὶ πύργος ἀσάλευτος, τεῖχος ἀδιαίρετον· θεμέλιος γάρ ἐστιν ἑδραῖος ἀπὸ γῆς μέχρι τῆς οὐρανίου ἁψίδος ἐγγίζουσα. Καὶ τί λέγω, ἀδελφοί; Ὅτι τὰ τῶν ὑψίστων ἁψίδων καθάπτεται, εἰς αὐτοὺς τοὺς οὐρανοὺς τῶν οὐρανῶν ἔρχεται ἀκωλύτως, ἐν μέσῳ τῶν ἀγγέλων ἅμα τῶν ἀσωμάτων λαμπρῶς καὶ ῥᾳδίως ἰχνοβατεῖ.

Καὶ τί λέγω ἐν μέσῳ τῶν ἄνω δυνάμεων; Αὐτοῦ τοῦ ∆εσπότου τῶν ἀγγέλων καὶ κτίστου καὶ φωτοδότου συνόμιλος γίνεται, καὶ καθ' ὅσον βούλεται παραυτίκα λαμβάνει τὰ αὐτοῦ αἰτήματα ἐν πολλῇ παῤῥησίᾳ. Οὐ παύομαι, ἀδελφοὶ, ὑμνῶν καὶ δοξάζων τὸν τοῦ ἀξιώματος βαθμὸν, ὃν ἡ Τριὰς δέδωκε τοῖς υἱοῖς τοῦ Ἀδὰμ, δι' οὗ ὁ κόσμος σέσωσται, καὶ ἡ κτίσις πεφώτισται, δι' οὗ ὄρη καὶ βουνοὶ καὶ νάπαι καὶ φάραγγες πεπλήρωνται τῆς φαιδρᾶς καὶ σεμνῆς πολιτείας τοῦ μακαρίου γένους· λέγω δὴ τῶν μοναχῶν, καθὼς Ἡσαΐας ὁ λαμπροφωνότατος ἔφησεν, ὅτι Ἐκ τῶν κορυφῶν τῶν ὀρέων δώσουσι φωνὰς αὐτῶν ἄνθρωποι εἰς δοξολογίαν· δι' οὗ καὶ ἀνομία ἐκ τῆς γῆς ἀφῄρηται, δι' οὗ καὶ σωφροσύνη ἐν τῇ γῇ αὐλίζεται, δι' οὗ ὁ διάβολος πεσὼν κατήργηται, οἱ ἀσελγεῖς γεγόνασι σκεύη ἡγιασμένα, οἱ πόρνοι ἁγνοὶ καὶ ἀμίαντοι, οἱ ἄφρονες γεγόνασιν ὁδηγοὶ δικαιοσύνης· δι' οὗ καὶ τὸ τοῦ θανάτου κράτος κατήργηται, καὶ ὁ ᾅδης τὴν ἰσχὺν ἀπώλεσε, καὶ ἡ κατάρα τοῦ Ἀδὰμ λέλυται, καὶ ὁ νυμφὼν ὁ οὐράνιος ηὐτρέπισται· δι' οὗ τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν τῶν ἀσωμάτων μεταβάλλεται δύναμιν. Τί εἴπω, ἢ τί ἐπαινέσω; ὑπερβαίνει γὰρ καὶ λόγον καὶ ἔννοιαν ἡ δωρεὰ τοῦ βαθμοῦ τῆς ἱερωσύνης. Καὶ, ὡς οἶμαι, τοῦτό ἐστιν ὃ ὁ Παῦλος ἐκπλαγεὶς αἰνίττεται λέγων· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὑψιπέτης ὑπάρχει ἀπὸ γῆς εἰς οὐρανὸν, ὀξυτάτως προσφέρουσα τῷ Θεῷ τὰ αἰτήματα ἡμῶν· πρεσβεύει τῷ ∆εσπότῃ ὑπὲρ τῶν δούλων.

Καὶ πρόσχωμεν, ἀδελφοὶ, τηλαυγῶς εἰς τοῦτο τὸ μυστικὸν καὶ φρικτὸν διήγημα, ὅτι ἄνευ τῆς σεμνῆς ἱερωσύνης ἄφεσις ἁμαρτιῶν βροτοῖς οὐ δίδοται· θέτε τὸν νοῦν ὑμῶν, ἀδελφοί· ὑμεῖς γάρ ἐστε ἐρασταὶ τῆς εὐσεβείας, αὐγάζοντες τὸ φῶς τῶν διδαγμάτων. Τί ἐστιν ὃ πρώην ἐλέξαμεν περὶ τοῦ μυστηρίου τῆς ἱερωσύνης; Τὸ κλῆμα τῆς ἀμπέλου, καὶ ὁ κόκκος τοῦ σίτου, καὶ ἡ ἱερωσύνη ὁμόνοιαν κέκτηνται· τὸ κλῆμα καὶ ὁ σῖτος παιδίσκαι ὑπάρχουσιν, ἡ δὲ ἱερωσύνη ἐλευθέρα πέφυκε. Ὅταν οὖν συναχθῶσιν αἱ τρεῖς τοῦ αὐλισθῆναι ἐπάνω τῶν θησαυρῶν, προσφέρει τῷ βασιλεῖ ἑκάστη τὴν δύναμιν τῶν ἰδίων καρπῶν εἰς εὐωδίαν· τὸ κλῆμα προΐησι τὸ αἷμα, ὁμοίως καὶ ὁ σῖτος τὸν ἄρτον, ἡ δὲ ἱερωσύνη εὐπαῤῥησιάστως ὑψηλοπετεῖ ἀπὸ γῆς εἰς 48.1068 οὐρανὸν, ἄχρις ἂν θεωρήσῃ αὐτὸν τὸν ἀόρατον, καὶ προσκυνήσασα ἔμπροσθεν τοῦ ὑψηλοῦ θρόνου, ἱσταμένη δέηται ὑπὲρ τῶν δούλων πρὸς τὸν ∆εσπότην, βαστάζουσα δάκρυα καὶ στεναγμοὺς τῶν συνδούλων καὶ προσφέρουσα τῷ ∆εσπότῃ· ὁμοίως παράκλησιν ἅμα καὶ μετάνοιαν αἰτοῦσα, συγχώρησιν καὶ ἔλεον τῷ εὐσπλάγχνῳ βασιλεῖ, ὅπως τὸ παράκλητον Πνεῦμα συνέλθῃ, καὶ ἁγιάσῃ τὰ δῶρα ἐν γῇ προσκείμενα. Καὶ ὅταν προσκομισθῇ μυστήρια φοβερὰ, πλήρη ἀθανασίας διὰ τοῦ