1

 2

 3

 4

1

De salute animae

Περὶ σωτηρίας ψυχῆς.

60.735 Ἀγαπητοὶ, ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε,

ἀγωνίσασθε, ἵνα μὴ πάλιν ἐπ' αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε. Ὁ γὰρ πλοῦτος παρέρχεται, καὶ ἡ δόξα ἀπόλλυται, καὶ τὸ κάλλος μαραίνεται, καὶ πάντα ἀλλάσσονται, καὶ ὡς καπνὸς ἀπόλλυνται, καὶ ὡς σκιὰ παράγουσι, καὶ ὡς ἐνύπνιον ἐξαφανίζονται. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Σολομών· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης· καὶ ὁ ∆αυῒδ λέγει· Ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Πλὴν μάτην ταράσσονται πάντες οἱ τὰ τοῦ παρόντος βίου πράγματα ἀγωνιῶντες· ὄντως μάτην ταράσσονται, μάτην θορυβοῦνται, μάτην χειμάζονται, ἐπισυνάγοντες καὶ θησαυρίζοντες τὰ μετ' ὀλίγον καταλειπόμενα· ἅπερ λαβεῖν μεθ' ἑαυτῶν οὐ δυνάμεθα, ἀλλὰ πάντα καταλιπόντες, γυμνοὶ ὡς ἐγεννήθημεν πορευσόμεθα πρὸς τὸν φοβερὸν δικαστήν.

Κἂν πάντας τοὺς θησαυροὺς συνάξωμεν, γυμνοὶ, σκοτεινοὶ, ἐλεεινοὶ, σκυθρωποὶ, τετραχηλισμένοι, τεταπεινωμένοι, συντετριμμένοι, ἔμφοβοι, ἔντρομοι, κατηφεῖς, ὀδυνηροὶ, εἰς γῆν τὸ πρόσωπον ἔχοντες, καὶ τοῦτο μετ' αἰσχύνης συγκαλύπτοντες· οὕτω πορευσόμεθα, οὕτως ἀναστησόμεθα, οὕτω παραστησόμεθα εἰς ἐκεῖνο τὸ φρικτὸν καὶ πικρὸν ἀπροσωπόληπτον δικαστήριον, ὅπου ἄγγελοι τρέμουσιν, ὅπου θρόνοι φοβεροὶ τίθενται, ὅπου αἱ βίβλοι τῶν πράξεων ἀνοίγονται, ὅπου ὁ ποταμὸς τοῦ πυρὸς τοῦ ἀσβέστου, ὅπου ὁ ἀνήμερος σκώληξ, ὅπου τὸ ἀφώτιστον σκότος, ὅπου ὁ ἀθέρμαντος τάρταρος, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου τὸ ἀκατάπαυστον δάκρυον, ὅπου ὁ ἀσίγητος στεναγμὸς, ὅπου τὸ ἀπαραμύθητον πένθος, ὅπου οὐκ ἔστι γέλως, ἀλλὰ θρῆνος· ὅπου οὐκ ἔστι χαρμοσύνη, ἀλλὰ στεναγμός· ὅπου οὐκ ἔστι τρυφὴ, ἀλλὰ κρίσις· ὅπου οὐκ ἔστι φθόγγος, ἀλλὰ τρόμος. Φοβερὸν ὄντως ἀκοῦσαι, ἀγαπητοὶ, φοβερώτερον δὲ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἱσταμένην, καὶ ἀπολογουμένην ὑπὲρ λόγου, ὑπὲρ ἔργου, ὑπὲρ ἐννοιῶν, τῶν ἐν νυκτὶ, τῶν ἐν ἡμέρᾳ, ὧν ἡμάρτομεν.

Μέγας ὁ φόβος, ἀδελφοὶ, τότε, μεγάλη ἡ ἀνάγκη, οἵα οὐδέποτε ἐγένετο οὐδὲ γενήσεται ἕως τῆς ἡμέρας ἐκείνης. Τότε ἄγγελοι περιτρέχουσιν, αἱ σάλπιγγες βοῶσι, τὰ ἄστρα πίπτουσιν, ὁ ἥλιος σκοτίζεται, οἱ οὐρανοὶ εἱλίσσονται, ἡ γῆ σαλεύεται, αἱ δυνάμεις προτρέχουσι, τὰ Σεραφὶμ βοῶσι, τὰ ἄνω, τὰ κάτω, τὰ ἐπίγεια, τὰ καταχθόνια ταράσσονται, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται καὶ συνάγονται, τὸ κριτήριον εὐτρεπίζεται. Πολὺς ὁ φόβος, ἀδιήγητος ὁ τρόμος, ἀκατάληπτος ἡ ἀνάγκη ἡ τότε γινομένη· μέγας ὁ χειμὼν ἐκεῖνος, μεγάλη ἡ ὀδύνη, χαλεπὴ ἡ περίστασις, ἀκατάπαυστος ὁ θόρυβος, μέγας ὁ ὀλολυγμός. Ἄκουε οὖν τοῦ ∆ανιὴλ λέγοντος· 60.736 Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ καθαρὸν ὡς ἔριον· ὁ θρόνος αὐτοῦ φλὸξ, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· τὸ κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ἔφριξε τότε τὸ πνεῦμά μου. Ἐγὼ ∆ανιὴλ εἶδον, καὶ ἡ ὅρασις τῆς κεφαλῆς μου συνετάραξέ με. Βαβαί! ὁ προφήτης τὸ ὅραμα τῆς μελλούσης κρίσεως ἰδὼν ἔφριξε! Καὶ τί ἄρα ἡμεῖς μέλλομεν ὑπομένειν, ὅταν εἰς αὐτὰ τὰ πράγματα ἔλθωμεν; ὅταν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐπισυναγόμενοι παριστώμεθα γυμνοὶ, καὶ τὸ φορτίον τῶν ἁμαρτιῶν ἐπὶ τοῦ τραχήλου πᾶσιν ἐπιδεικνύοντες; Τότε