1
De sancta Thecla martyre
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ Καὶ ἀπόστολον Θέκλαν ἐγκώμιον.
50.745 Καλὰς ἡμῖν ἡ τοῦ Πνεύματος χάρις τῶν ἁγίων εἰκόνας τὰς ἐτησίους αὐτῶν ἀνεστήσατο μνήμας, καὶ χρόνῳ τὰς πράξεις ἐρχομένας εἰς λήθην νεαρὰς διηνεκῶς διασώζει. Ἕκαστος γὰρ ὥσπερ εἰκόνι τινὶ ἐντυγχάνων τῇ μνήμῃ, τὸ τῶν πράξεων κατοπτρίζεται κάλλος, καὶ θεωρεῖ τὰς πράξεις τῇ τῆς μνήμης ἐγκειμένας εἰκόνι. Καί μοι δοκῶ σήμερον τὴν μακαρίαν ἐκείνην κατοπτρίζεσθαι κόρην, καθάπερ ἐπ' εἰκόνος ἑστηκυῖαν τῆς μνήμης, καὶ τῇ μὲν τὸν καθ' ἡδονῶν, τῇ δὲ τὸν κατὰ κινδύνων ἀνατείνουσαν στέφανον· καὶ τῇ μὲν τὴν παρθενίαν, τῇ δὲ τὸ μαρτύριον τῷ τῶν ὅλων ∆εσπότῃ προσφέρουσαν. Ἦν μὲν οὖν αὐτῇ καὶ τὰ τῆς παρθενίας, ἃ τοῖς ἀκριβῶς σκοπουμένοις μέγα τι πρὸ μαρτυρίου μαρτύριον.
Αἱ γὰρ ἡδοναὶ δεινοί τινες τοῦ σώματος δήμιοι· μᾶλλον δὲ δημίων δεινότεροι· κατατείνουσι γὰρ ἀχειροποιήτοις δεσμοῖς· ξέουσι τὴν ψυχὴν δι' ὀμμάτων· προσφέρουσι δι' ἀκοῶν τῷ τῆς γνώμης ἀνενδότῳ φιληδονίας λαμπάδα, μαστιγοῦσι δριμείᾳ τὴν διάνοιαν μάστιγι, ἄλλας ἐπ' ἄλλαις κυκῶσι καθ' ἡμῶν παρατάξεις. Ὅταν τις τοῖς ὀφθαλμοῖς παραγγείλῃ τετυφλῶσθαι πρὸς κάλλη, παρανοίγουσι τὸ κλεισθὲν ἡδοναὶ δι' ὤτων ἀσελγέσιν 50.746 ἐκλυόμενον ᾠδαῖς· ὅταν ἐντύχωσιν ὠσὶ πρὸς ᾠδὰς πορνικὰς κεκλεισμένοις, προσπαίζουσι τοῖς λογισμοῖς ἀσελγῶς κοσμηθεῖσαι· ὅταν αὐτὰς διὰ πάντων, συντόμως εἰπεῖν, ἐγρηγορότες νικήσωμεν, κοιμωμένοις σκιαμαχοῦσι· καὶ τῆς παρατάξεως οὗτος αὐταῖς ὁ κύκλος ἀΐδιος, οὐχ ἡλίῳ συνεξιστάμενος, οὐ συνησυχάζων νυκτί. Ἂν δὲ δὴ καὶ νεότητος λάβωνται, πυρὸς γέγονε πρὸς πῦρ συμπλοκὴ, καμίνου πρὸς καλάμην συνάφεια. Εὐκατάπρηστος γὰρ ἡδοναῖς ἡ νεότης, ὡς ἐλαιωδεστέρα πρὸς ἔξαψιν, ὡς πρὸς πόνους σωφροσύνης τρυφερωτέρα.
Ἃ δὴ πάντα τῇ μακαρίᾳ παρθένῳ μακρόν τι μαρτύριον τὴν παρθενίαν εἰργάζετο· πυκτευούσῃ ταῖς ἡδοναῖς, ὡς ὁ μάρτυς θηρίοις· παλαιούσῃ τοῖς λογισμοῖς, ὡς ἐκεῖνος βασάνοις· συμβαλλούσῃ φιληδονίας ἐννοίαις, ὡς ἀνάγκαις δημίων· νικώσῃ δὲ ὅμως τὸν πολύτροπον οὕτω καὶ σύνοικον πόλεμον· τοῦ γὰρ τῆς φύσεως πυρὸς τὸ τῆς γνώμης αὐτῇ πυρωδέστερον, καὶ ἅγιον. Ἀλλ' ἡ μὲν φύσις παρεχώρει τῇ κόρῃ, καὶ τυραννοῦσα παρ' ἄλλοις, καὶ λυττῶσα πρὸς μίξιν, παρὰ Θέκλᾳ παρθενίαν ἐξήσκει· οἱ γονεῖς δὲ τὰς πρὸς τὴν παρθενίαν τῆς παιδὸς οὐκ εἰδότες συνθήκας, οὐδὲ τῆς πρὸς αὐτὴν νυμφαγωγίας 50.747 τὸν ∆εσπότην Χριστὸν ἐξ οὐρανοῦ δεδωκότα, πολλὰς αὐτῇ περὶ γάμων νουθεσίας ἐμακρολόγουν· ἡ Παύλου δὲ ἄρα ταῖς τῆς κόρης ἀκοαῖς ἐπῳδὴ προενήφει, Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι, καὶ πνεύματι. Στέφανος τῆς παρθενίας εὐθύς· αὐτὸς αὐτῇ πρῶτος τῆς μερίμνης ὁ τρόπος· μεριμνᾷ γὰρ εὐλογίας ἀνάμεστον μέριμναν, μεριμνᾷ πάσης ἀμεριμνίας ἐλευθερωτέραν φροντίδα, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐδὲν αὐτῇ κοινὸν πρὸς τὴν γῆν, οὐδεμία πρὸς γαμικὰς ἀνάγκας συγγένεια, οἷον πορνεύοντος ἀνασχέσθαι νυμφίου, ὑποψίας ματαίας ὑπενεγκεῖν, ἐξουσίαν χρησίμων ἀφηρῆσθαι προόδων, περὶ τροφῆς διευθύνεσθαι, κοσμουμένην ζηλοτυπεῖσθαι, διαπτύεσθαι πρὶν τέκῃ, καθάπερ οὔπω γαμετὴν γενομένην, τεκοῦσαν ὑπὲρ τῶν τόκων εὑρίσκειν ἐγκλήματα.
Ἐτέχθη τις θήλεια; ὅτι μὴ ἄῤῥεν, ὁ ἀνὴρ σκυθρωπάζει. Προσετέθη καὶ ἄῤῥεν; ἐτέχθη τὸ τεχθὲν, ὡς οὐκ εὔμορφον. Χαρίεντα πρὸς κάλλος ἀμφότερα; ὡς ὑπὲρ καλῶν ἡ φροντὶς πικροτέρα. Ἀπηλλάγησαν γάλακτος; διεδέξατο πάλιν ἀνατροφῆς