1

 2

 3

1

De siccitate

Περὶ αὐχμοῦ.

61.723 Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων;

Ἐπιδαψιλευέτω μοι τὸ τοῦ λόγου προοίμιον ὁ τῶν προφητῶν συμπαθέστατος. Ἀλλ' ἐκεῖνος μιᾶς πόλεως τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν ὠδύρετο· ἐγὼ δὲ πάσης τῆς περιχώρου ταύτης ὁρῶν τὴν ἐπελθοῦσαν μάστιγα, εἰς θρήνους κινοῦμαι καὶ δάκρυα. Ἐκλείσθη γὰρ ὁ οὐρανὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τῷ ἡλιακῷ αἱ νεφέλαι, Ὡσεὶ φρύγιον συνεφρύγησαν· αἱ τῶν ὑδάτων ἀπεξηράνθησαν πίδακες, καὶ ποταμῶν ἀεννάων ἐξέλιπε ῥεύματα· ἡ δὲ γῆ πυρακτωθεῖσα τῷ καύσωνι τοὺς συνήθεις αὐτῆς δοῦναι καρποὺς ἀπαναίνεται. Φεῦ τῶν ἡμετέρων κακῶν.

Καὶ αὐτὰ γὰρ τὰ ἄλογα ζῶα κινδυνεύει διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἀπεξηράνθη ἡ γῆ καὶ ὁ χόρτος αὐτῆς, μᾶλλον δὲ οὐκ ἐβλάστησε, καὶ τῷ λοιμῷ διαφθείρεται! Καὶ βοῦς μὲν ἐλεεινὸν μυκᾶται, καὶ οἷον ἐπιθανάτιον· τὰ δὲ ποίμνια βληχᾶται γοερῷ τῷ βληχήματι, ὡς φλογώδη κρατῆρα τὴν τῶν ὑδάτων πόσιν προκειμένην θεώμενα, καὶ πρὸ καιροῦ τὰ λήϊα ξηραινόμενα· ὡς καὶ τὴν Ἰωὴλ προφητείαν πεπληρῶσθαι νῦν ἐν ἡμῖν· Ἔκλαυσε βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς· καὶ ποίμνια τῶν προβάτων ἠφανίσθη, ὅτι ἐξηράνθησαν ἀφέσεις ναμάτων. Τοσοῦτον τὰ ἡμέτερα πταίσματα τὴν ἵλεων τοῦ Θεοῦ φύσιν καὶ ἥμερον εἰς δίκαιον θυμὸν παρεκίνησαν. Καὶ ἐπειδὴ καθ' ἑκάστην οὐ παυόμεθα τὸ πῦρ τῶν ἁμαρτιῶν ὑφάπτοντες, εἰκότως αὐχμῷ καὶ καύσωνι τιμωρούμεθα. Τάχα που καὶ πρὸς ἡμᾶς ὁ προφήτης βοᾷ· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τοῖς μὲν οὖν Ἰσραηλίταις διὰ τοῦ προφήτου ἐπήγγελτο ὁ Θεὸς, εἰ φυλάττοιεν τὰς αὐτοῦ ἐντολὰς, Ἐπιβρέξω εἰς ὑμᾶς ὑετὸν πρώϊμον καὶ ὄψιμον· καὶ πληθυνθήσονται ὑμῶν αἱ ἅλωνες σίτου, καὶ αἱ ληνοὶ οἴνων· ἡμῖν δὲ ἡ ἐπαγγελία αὕτη εἰς τοὐναντίον μετέστραπται· μᾶλλον δὲ ἡμᾶς ἡ τοῦ Ἱερεμίου κατάρα κατείληφεν· Ἔστω σοὶ, φησὶν, ὁ ὑπὲρ τὴν κεφαλὴν οὐρανὸς χαλκοῦς· τὴν παντελῆ ξηρασίαν καὶ ἐπίλειψιν τῶν ὑδάτων τῇ ἀπειλῇ τοῦ λόγου σημαίνοντος. Ἢ οὐ τοῦτο ἡμῖν ἀρτίως πεπλήρωται; Ἡ μὲν γῆ χαραδρωθεῖσα αὐχμῷ καὶ οἷον ἀπολιθωθεῖσα, τῶν γεωργῶν τὸν πόνον ἠμάλδυνεν, οὔτε τὴν ἄροσιν παραδεχομένη, οὔτε τὴν σκάφησιν· τὰ δὲ λήϊα μικρὸν ἐκβλαστήσαντα, καὶ χρηστὰς ἐλπίδας παρασχόντα, πρὸ τοῦ ἐγκυμονῆσαι τὸν ἄσταχυν, ἀπεμαράνθη καὶ ᾤχετο. Μόνη δὲ λέλειπται τῶν ἀμπέλων καὶ φυτῶν ὑπετάλωσις, τάχα καὶ αὐτὴ τὸν μετ' ὀλίγον ἐσόμενον μαρασμὸν ὑπεμφαίνουσα. Τοιοῦτος τῶν ἁμαρτιῶν ὁ καρπὸς, τοιαῦτα τῆς κακίας τὰ ὄργια, ἀνθ' ὧν οὐκ ἐπορεύθημεν ἐν ταῖς ὁδοῖς αὐτοῦ, ἤτοι τοῦ Θεοῦ, ἀλλὰ ταῖς πονηραῖς ἐδουλώθημεν πράξεσιν, ἀλλήλων φθονοῦντες, τῶν ἐλαττόνων κατεπαιρόμενοι, ἐπιθυμοῦντες κορεσθῆναι τῶν ἀλλοτρίων, χαίροντες τῇ δυσπραγίᾳ τοῦ γείτονος, ἀλλήλους κατεσθίοντες τῇ συκοφαντίᾳ, ἀτόποις ἐπιθυμίαις δουλαγωγούμενοι, Ἵπποι θηλυμανεῖς γεγονότες, ὅ φησιν ἡ Γραφὴ, καὶ λύκοι ἅρπαγες, καὶ μνησικακοῦντες ὡς κάμηλοι, οὐκ ἐλεοῦντες τοὺς πένητας, οὐ συμπαθοῦντες τοὺς πταίοντας, ἀμελοῦντες τῶν ἐν τῇ Ἐκκλησίᾳ συνάξεων, καταφρονοῦντες τῶν ἁγίων, τὰς μνήμας αὐτῶν μὴ σεβόμενοι, φεύγοντες τὴν ἐξομολόγησιν, ὡς περὶ f. ὥσπερ οἱ ἐν φρενίτιδι ὄντες τοὺς θεράποντας.

Οἱ ἱερεῖς κακὸν ὑπόδειγμα γεγόνασι τῷ λαῷ, ὑβρίζοντες, μνησικακοῦντες, ἐχθραίνοντες, ἐπιβουλεύοντες, εἰς πρόσωπα βλέποντες, οὐκ ἐλέγχοντες καὶ διορθοῦντες τοὺς πταίοντας, ἀλλὰ τῇ σιωπῇ κοινωνοῦντες τῆς ἀδικίας, ὡς ὁ