1

 2

 3

 4

 5

 6

1

De studio praesentium

ΟΜΙΛΙΑ Εʹ.

63.485 Τοῦ αὐτοῦ ὁμιλία, λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Εἰρήνης, ὑπέρ τε τῆς σπουδῆς τῶν παρόντων καὶ ῥᾳθυμίας τῶν ἀπολειφθέντων, καὶ περὶ τοῦ ψάλλειν, καὶ περὶ τοῦ μηδὲν εἶναι κώλυμα γυναιξὶ τὴν φύσιν πρὸς τοὺς τῆς

ἀρετῆς δρόμους.

αʹ. Ὡς ἡδίστη ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ λειμῶνος παντὸς ἡδίων καὶ παραδείσου τερπνοτέρα, καὶ μάλιστα ὅταν γνῶσις τῇ ἀναγνώσει πρόσκειται. Λειμὼν μὲν γὰρ, καὶ ἀνθῶν κάλλη, καὶ δένδρων κόμαι, καὶ ῥόδον καὶ κιττὸς καὶ μυρίνη τέρπει τὴν ὄψιν, καὶ ὀλίγων παρελθουσῶν ἡμερῶν μαραίνεται· Γραφῶν δὲ γνῶσις τειχίζει τὴν διάνοιαν, καθαίρει τὸ συνειδὸς, ἀνασπᾷ τὰ ἀνελεύθερα πάθη, φυτεύει τὴν ἀρετὴν, μετάρσιον ποιεῖ τὸν λογισμὸν, οὐκ ἀφίησι ταῖς ἀδοκήτοις τῶν πραγμάτων βαπτίζεσθαι περιστάσεσιν, ὑψηλοτέρους καθίστησι τῶν τοῦ διαβόλου βελῶν, πρὸς αὐτὸν μετοικίζει τὸν οὐρανὸν, ἀπολύει τὴν ψυχὴν τῶν συνδέσμων τοῦ σώματος, κοῦφα ἐργάζεται τὰ πτερὰ, καὶ πᾶν ὅπερ ἂν εἴπῃ τις ἀγαθὸν, εἰς τὴν τῶν ἀκροατῶν εἰσοικίζει διάνοιαν. ∆ιὸ καὶ τοὺς ἀπολιμπανομένους οὐ παύομαι ταλανίζων, καὶ τοὺς παραγενομένους μακαρίζων, ὅτι δὴ Θησαυρὸν συλλέγετε ἀνάλωτον καὶ πλοῦτον ἀδαπάνητον καὶ περιουσίαν φθόνον οὐκ ἔχουσαν, καὶ πολλῆς ἐμπλησθέντες τῆς εὐφροσύνης οἴκαδε ἀναχωρεῖτε. Οὐδὲν γὰρ οὕτως ἡδονὴν ποιεῖν δύναιτ' ἂν, ὡς συνειδὸς καθαρόν· γίνεται δὲ καθαρὸν συνειδὸς, κἂν μυρίοις ἁμαρτήμασιν ᾖ βεβαρημένον, ἀκροάσεως συνεχοῦς ἀπολαῦον. Οὐδὲ γὰρ τοῖς προτέροις προστίθησι πλημμελήμασιν, ἀλλὰ καὶ τὰ ὄντα δαπανᾷ, καὶ τὴν ψυχὴν ὀκνηροτέραν καθίστησι πρὸς τὸ τοῖς αὐτοῖς πάλιν ἐπιχειρεῖν πράγμασι. ∆ιὰ δὴ τοῦτο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ταῦτα συνεχῶς ἐπᾴδειν τοῖς ἀπολιμπανομένοις, καὶ ταχέως αὐτοὺς πρὸς τὴν κοινὴν ἐπαναγαγεῖν μητέρα, καὶ κοινωνοὺς τῶν κερδῶν ποιεῖν τῶν πνευματικῶν· οὐ γὰρ μείωσίν τινα, ἀλλὰ πλεονασμὸν ἡ κοινωνία αὕτη κατασκευάζει. Ἀλλ', ὢ τῆς τῶν χρημάτων τυραννίδος! ἢ τοὺς πλείους ἀποβουκολεῖ τῶν ἀδελφῶν τῶν ἡμετέρων· οὐδὲν γάρ ἐστιν αὐτοὺς τὸ ἐντεῦθεν ἀπάγον, ἢ τὸ χαλεπὸν νόσημα ἐκεῖνο καὶ ἡ μηδέποτε σβεννυμένη κάμινος· αὕτη ἡ δέσποινα καὶ βαρβάρου πάσης βαρβαρικωτέρα, καὶ θηρίου χαλεπωτέρα, καὶ δαιμόνων ἀγριωτέρα, τοὺς αἰχμαλώτους λαμβάνουσα τοὺς ἑαυτῆς, περιφέρει νῦν κατὰ τὴν ἀγορὰν, χαλεπὰ ἐπιτάττουσα ἐπιτάγματα, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦσα τῶν ὀλεθρίων πόνων. Ἀλλὰ τί ποιήσουσιν, ὅταν ἡμέρα παραγένηται ἡ φοβερὰ, ἡ ψῆφος ἡ ἀδέκαστος, καὶ ὁ κριτὴς ὁ ἀπαραλόγιστος; ὅταν τὰ παραπετάσματα τῶν οὐρανῶν συνέλκηται, καὶ ὁ δῆμος τῶν ἀγγέλων μετὰ τοῦ δικάζοντος καταβαίνῃ; ὅταν πάντα γυμνὰ καὶ τετραχηλισμένα φαίνηται; οὔτε γὰρ ῥητόρων δεινότης τότε, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τὸ δίκαιον διαφθεῖραι δυνήσεται. Ὅτε γὰρ ἀδέκαστος καὶ τὰ πάντα εἰδὼς σαφῶς, αὐτά τε τὰ ἁμαρτήματα πρὸ τῶν ὀφθαλμῶν ἵσταται, 63.486 ὥσπερ ἐν εἰκόνι τινὶ ὑπογεγραμμένα· τότε οὐ βασιλεὺς, οὐκ ἰδιώτης φαίνεται, οὐ πτωχὸς, οὐ πλούσιος, οὐ σοφὸς, οὐκ ἀμαθὴς, ἀλλὰ πάντα ταῦτα περιαιρεῖται τὰ προσωπεῖα, καὶ ἀπὸ τῆς τῶν πεπραγμένων ὄψεως ἕκαστος δείκνυται· οὐκ ἔστι διάδημα ἰδεῖν περικείμενον,