1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

1

Fragmenta in Jeremiam

ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΞΗΓΗΣΕΩΣ ΕΙΣ ΤΟΝ ΙΕΡΕΜΙΑΝ ΠΡΟΦΗΤΗΝ ΤΑ

ΣΩΖΟΜΕΝΑ. 64.740 Λεκτέον τίς ἡ προφητεία καὶ πότε ἤρξατο, καὶ πότε πέπαυται, καὶ τίνος ἕνεκεν ἔληξεν· καὶ τί λαβεῖν ἔστιν ἐκ ταύτης ἐν τῷ βίῳ ὠφέλιμον. Προφητεία τοίνυν, τὸ λέγειν, ἢ καὶ τυπικῶς δεικνύναι τὰ προλαβόντα, καὶ ὄντα, καὶ ἐσόμενα. Λόγος γάρ ἐστιν, ἢ πρᾶγμα πρὶν γνωσθῆναι προαγορεύων τὰ πράγματα. Ἐπεὶ καὶ διὰ πράγματος πρᾶγμα σημαίνεται. Τύποι γὰρ ἦσαν τοῦ μέλλοντος ὁ ὄφις ὁ χαλκοῦς, ὁ ἀμνὸς ὁ ἐν Αἰγύπτῳ, Ἰσαὰκ προσαγόμενος. Προφητεία γὰρ ταῦτα, τὴν δὲ αἰτίαν οὐκ ἔχουσι, ὡς ἐπὶ τοῦ Ἐζεκιὴλ ἐκβαλλομένου διὰ τοῦ τοίχου ἴσ. καταβαλλομένου τοὺς τοίχους. Ἔχει γὰρ τὴν αἰτίαν. ∆εῖ μέντοι τοὺς τύπους καὶ τοῖς τότε χρησίμους εἶναι ὡς ἐπὶ τοῦ ὄφεως, καὶ τοῦ ἀμνοῦ. Προλέγουσι δὲ οἱ προφῆται οὐκ ἐρωτώμενοι μόνον κατὰ τοὺς ἔξω, τὸ δὲ πλεῖστον ἀφ' ἑαυτῶν. Λέγονται γὰρ καὶ παρ' ἐκείνοις ὁμωνύμως προφῆται. ∆ιὸ καὶ 64.741 Παῦλός φησιν· Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης; Ἐκάλουν δὲ προφήτας καὶ τοὺς ἱερέας Αἰγύπτιοι. Καὶ καθόλου τῶν προφητειῶν, ἡ μέν ἐστι πνευματικὴ, ἡ δὲ διαβολικὴ, ἡ δὲ μέση τούτων φυσική τις ἢ τεχνικὴ, ἡ δὲ τετάρτη κοινὴ καὶ δημώδης. Τῆς μὲν οὖν πνευματικῆς προηγουμένως μὲν τοῖς ἁγίοις μέτεστι, δι' οἰκονομίαν δὲ καὶ τοῖς μὴ τοιούτοις, ὡς τῷ Ναβουχοδονόσωρ, καὶ Φαραὼ, καὶ Βαλαὰμ, καὶ Καϊάφα· τῆς δὲ διαβολικῆς τοῖς τούτου μόνον θεραπευταῖς· αὐτοὶ γὰρ οἱ ἀλευρομάντεις, καὶ ἡ διὰ τῶν μορίων μαντευομένη Πυθία, καὶ ἡ διὰ τοῦ δρυὸς ἡ ∆ωδωνὶς ἱέρεια, καὶ ἡ διὰ σπλάγχνων, καὶ πτήσεως, καὶ κλαγγῶν, συμβόλων τε καὶ πταρμῶν, καὶ κλῃδόνων, καὶ βροντῆς, καὶ χειρῶν, μυῶν τε καὶ γαλῆς, καὶ τρυσμῶν καὶ ὤτων ἤχου, καὶ σώματος παλμῶν, καὶ χαλίκων, ῥάβδων τε καὶ φλοιῶν, διὰ νεκρῶν τε καὶ γαστρὸς, ὀνομάτων τε καὶ ἄστρων, καὶ φιαλῶν, μυρίων τε ὅσων τοιούτων. Ἡ γὰρ δι' ὀνείρων καὶ παρ' ἡμῖν διὰ κατοχῆς καὶ αὕτη. Ἡ δὲ πρόγνωσις αὐτοῖς, οὐ δι' ἀρετῆς ὡς ἡμῖν, ἀλλὰ διά τινος κακοτεχνίας· κἀκεῖνοι μὲν περὶ χρημάτων, καὶ νόσων, καὶ πολέμων μαντεύονται, μηδεμιᾶς ζητουμένης αὐτοῖς ἀρετῆς, ἢ κακίας· παρ' ἡμῖν δὲ διορθώσεως ἠθῶν ἕνεκα, καὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς. Κἀκεῖνα μὲν ἐκβῆναι δεῖ, ταῦτα δὲ οὐ πάντως. Τί γὰρ ὄφελος προῤῥήσεως ἐπ' ὠφελείᾳ ψυχῶν λεγομένης, ὅτε πάντως ἔσται τὰ θεσπιζόμενα, μηδεμίαν ἐκ τοῦ ἐφ' ἡμῖν μεταβολὴν ἐνδεχόμενα; Θεὸς γὰρ προλέγων, καὶ τὴν λύσιν ὑποτίθεται τῶν δεινῶν, εἰ μεταγνῶναι βουλοίμεθα. Τοῦτο γάρ ἐστι καὶ τῆς προφητείας τὸ κέρδος. Μὴ μεταβαλλομένων δὲ πάντως γίνεται. Ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς ἔν τισιν ἀληθεύσαντες, ἐν τοῖς πλείστοις διήμαρτον. Καὶ οἱ μὲν ὀργάνων δέονται, καὶ τόπων, καὶ καιρῶν, καὶ ἐπὶ χρήμασι λέγουσι· Θεὸς δὲ τούτων ἀπήλλακται. Τοιαύτη μὲν γὰρ ἥ τε θεία καὶ διαβολικὴ προφητεία. Φυσικὴ δὲ ἡ τῶν ἀλόγων· χελιδόνες γὰρ χελιδόνων, καὶ γεράνων γέρανοι, καὶ μύρμηκες ἐπιόντος χειμῶνος αἰσθάνονται, ἐχῖνοί τε καὶ ἀλκύονες, φύσει τοῦτο κτησάμενοι. Ἡ δὲ τεχνικὴ προφητεία παρὰ ἰατροῖς, καὶ συμβούλοις, καὶ κυβερνήταις· οἱ μὲν γὰρ ἀῤῥωστίας, οἱ δὲ λύσεις τούτων προλέγουσιν· οἱ δὲ πνευμάτων μεταβολὰς, οἱ δὲ τοῦ μέλλοντος συνέσει καταστοχάζονται. Ἔστι δὲ καὶ κοινὴ, καὶ δημώδης τοῦ μέλλοντος γνῶσις, οἷον ὅτι μετὰ τρεῖς μῆνας ὁ χειμών· πάντες