1

 2

 3

 4

 5

 6

 7

 8

1

Fragmenta in epistulas catholicas 64.1040 IN EPISTOLAM S. JACOBI.

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.

Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις.

∆εσμὸς γάρ τίς ἐστιν ἡ θλίψις ἀῤῥαγὴς, ἀγάπης αὔξησις, κατανύξεως καὶ εὐλαβείας ὑπόθεσις. Ἄκουε γὰρ τοῦ λέγοντος, Εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Καὶ ὁ Χριστὸς δὲ πάλιν ἔλεγεν, Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε. Καὶ πάλιν, Στενὴ καὶ τεθλιμμένη ἡ ὁδός. Ὁρᾷς πανταχοῦ τὴν θλίψιν ἐπαινουμένην, πανταχοῦ παραλαμβανομένην ὡς ἀναγκαίαν οὖσαν ἡμῖν. Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παρατηρήσει καὶ νόμου διαίτῃ καὶ ἀγρυπνίαις, καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσῃ, πολλῷ μᾶλλον ἐνταῦθα. Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.

Αὐτάρκως προτρεψάμενος ὑφίστασθαι τοὺς πειρασμοὺς μετὰ χαρᾶς, ἵνα ἐγγένηται δόκιμον ἔργον καὶ ὑπομονὴ τελεία· τελειοῦται δὲ ταῦτα καθ' ἑαυτὰ, καὶ μὴ δι' ἄλλο πραττόμενα· δι' ἑτέρας παραινέσεως πείθειν ἐπιχειρεῖ κατορθοῦν τὰ προκείμενα· δι' ἐπαγγελίαν μακάριον εἶναι λέγων τὸν πειρασμὸν ὑπομένοντα. Γενήσεται γὰρ οὕτως ἀθλητικῶς ἄγων τὸν ἀγῶνα, δόκιμος ἀνὴρ διὰ πάντων γεγυμνασμένος. Οὕτω δὲ ἀναφανέντι ἐκ τῶν σκυθρωπῶν, δοθήσεται στέφανος ζωῆς εὐτρεπισθεὶς ὑπὸ τοῦ Θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν. Οὕτως ὁ τῷ ὑπομένειν πειρασμὸν, καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου, στέφανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται. Ζητεῖς, τίς ἡ ὕλη οὖ ἡτοίμασεν ὁ Θεὸς στεφάνου ζωῆς τοῖς ἀγαπῶσιν αὐτόν; ἔστιν «ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν,» ἃ διὰ μέγεθος θειότητος, ὄψει καὶ ἀκοῇ οὐχ ὑπόκειται, οὐδὲ ἐπὶ ψιλὴν νόησιν ἀνθρώπου ἀναβέβηκεν. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον. Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες, οὐχ οὕτως αἰσθανόμεθα. Ἐπειδὰν δὲ γένηται καὶ λάβῃ τέλος τότε δὴ μάλιστα τῆς 64.1041 ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς ἐννοίας ἐπεισέρχεται κέντρον, ἀπεναντίας ταῖς ὠδινούσαις γυναιξίν. Ἐπ' ἐκείνων μὲν γὰρ πρὸ τοῦ τόκου, πολὺς ὁ πόνος καὶ ὠδῖνες δριμεῖαι ἐπικόπτουσι ταῖς ἀλγηδόσιν αὐτάς· μετὰ δὲ τὸν τόκον ἄνεσις, τῷ βρέφει τῆς ὀδύνης συνεξελθούσης.

Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ διεφθαρμένα νοήματα, εὐφραινόμεθα καὶ χαίρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες, ὀδυνώμεθα, τότε διακοπτόμεθα τῶν ὠδινουσῶν γυναικῶν χαλεπώτερον. ∆ιὸ παρακαλῶ μὴ δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμένην· εἰ δὲ καὶ ἐδεξάμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρματα. Εἰ δὲ καὶ μέχρι τούτου ῥᾳθυμήσωμεν, ἐξελθοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν ἀποκτεῖναι πάλιν δι' ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατηγορεῖν ἑαυτοῦ· οὐδὲν γὰρ οὕτως ὀλέθριον ἁμαρτίας, ὡς κατηγορία καὶ κατάγνωσις. Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

Τοῦτό ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ Θεῷ τῷ ἐλεεῖν καὶ οἰκτείρειν. Ὅταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀπεστερήμεθα. Οὐκ εἶπεν, Ἐὰν νηστεύσητε ὅμοιοί ἐστε τῷ Πατρὶ ὑμῶν· οὐδὲν γὰρ τούτων παρὰ Θεὸν, οὐδὲ ἐργάζεταί τι τούτων ὁ Θεὸς,