1
Homilia dicta praesente imperatore
ΟΜΙΛΙΑ Γʹ. 63.473
Τοῦ αὐτοῦ. Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ τοῦ διακειμένου ἐν τῇ ∆ρυπίᾳ, καὶ ἀναχωρήσαντος πρὸ τῆς διαλέξεως, ἐλέχθη ἡ ὁμιλία μετὰ
τὴν ἀναχώρησιν τὴν ἐκείνου πρὸς τὸ πλῆθος. αʹ. Εὐλογητὸς ὁ Θεὸς, ἡλίκαι τῶν μαρτύρων αἱ δυνάμεις· χθὲς ἡμῖν τὴν πόλιν
ὁλόκληρον μετὰ τῆς βασιλίδος, σήμερον τὸν βασιλέα μετὰ τοῦ στρατοπέδου ἐνταῦθα εἵλκυσαν μετὰ πολλῆς τῆς εὐλαβείας, οὐ δεσμὰ περιθέντες, ἀλλὰ τῆς ἀγάπης τὴν ἅλυσιν, ἅλυσιν μηδέποτε διακοπτομένην. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι παραγέγονε βασιλεὺς, ἀλλ' ὅτι μετὰ πολλῆς προθυμίας, οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ, οὐ χάριν διδοὺς, ἀλλὰ χάριν λαμβάνων· καὶ ὁ πάντας εὐεργετῶν τοὺς κατὰ τὴν οἰκουμένην, ἦλθεν εὐεργεσίας ἀπολαύσων παρὰ τῶν ἁγίων τούτων, καὶ τὰ μέγιστα καρπωσόμενος ἀγαθά. ∆ιά τοι τοῦτο καὶ αὐτὸς τὸ διάδημα, καὶ οἱ δορυφόροι πάντες, οἱ μὲν τὰς ἀσπίδας, οἱ δὲ τὰ δόρατα ἀποθέμενοι, καὶ τὴν φαντασίαν ἐκείνην ἀφέντες, μετὰ κατεσταλμένης παρεγένοντο διανοίας ἅπαντες, ὡς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν εἰσιόντες, ἔνθα ἀξιώματα καὶ περιφάνεια καὶ πᾶσα αὕτη ἡ σκηνὴ τῶν ἀξιωμάτων ἐκποδὼν, βίου δὲ ἐπίδειξις διαλάμπει μόνον καὶ ἀρετῆς καρποί. Εἰ δὲ ἐνταῦθα τοσαύτη τῶν μαρτύρων ἡ δύναμις, ἐννόησον ἐν οὐρανοῖς ἡλίκη· εἰ ἐν τῷ καιρῷ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων τοιαῦται αὐτῶν αἱ τιμαὶ, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως ἡλίκα ἔσται τὰ βραβεῖα; Καὶ γὰρ καὶ τὰ ἡμέτερα οὐ μέχρι τοῦ παρόντος καταλύει, ἀλλὰ πρὸς ἑτέραν ἀμείνω ζωὴν τῆς παρούσης ὁδεύομεν, καὶ πρὸς μακροτέρας βαδίζομεν ἐλπίδας καὶ ἀγαθῶν ἀπόλαυσιν ἀθάνατον οὐκ ἐχόντων τέλος.
Εἰς δύο γὰρ τούτους αἰῶνας τὴν ζωὴν ἡμῶν διεῖλεν ὁ Θεὸς, καὶ τὸν μὲν παρόντα ἐπίπονον ἐποίησε, τὸν δὲ μέλλοντα ἡδὺν καὶ ἀκήρατον, ἵνα ὀλίγα πονήσαντες ἐνταῦθα, τῶν ἀκηράτων ἀπολαύσωμεν ἐκεῖ στεφάνων. Ἐβούλετο μὲν γὰρ καὶ ἐκ προοιμίων εὐθέως ἐπ' ἐκείνην ἡμᾶς ἀγαγεῖν τὴν ζωὴν, ἀλλ' ἡμεῖς οὐκ εἰάσαμεν, τῇ ῥᾳθυμίᾳ πολλὴν ἐργασάμενοι τὴν ἀναβολὴν καὶ διὰ τῆς ἀγνωμοσύνης κατασκευάσαντες τὴν μέλλησιν ταύτην τὴν μακράν. Καὶ τοῦτο ἐκ τῶν ἐξ ἀρχῆς ἡμῖν γενομένων πειράσομαι ποιῆσαι δῆλον. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ὅταν μέλλῃ τι παρέχειν ἡμῖν χρηστὸν, κἂν ἀνάξιοι φαινώμεθα τῆς αὐτοῦ φιλοτιμίας, ὅμως ἐνδείκνυται διὰ πάντων ὅτι αὐτὸς μὲν ἐβούλετο, παρὰ δὲ τὴν ἡμετέραν ῥᾳθυμίαν τὸ ἐκπεσεῖν ὧν ἐβούλετο γέγονε. Τοῦτο δὴ καὶ ἐξ ἀρχῆς ἐποίησε. Πλάττων γὰρ τὸν ἄνθρωπον, εὐθέως οὐ μετὰ πόνων, οὐ μετὰ ταλαιπωρίας, οὐ μετὰ λύπης αὐτὸν ἔπλασεν, οὐ θνητὸν εἰργάσατο, ἀλλὰ καὶ ἀθυμίας καὶ ἱδρώτων καὶ θανάτου τέως ἐκτὸς ἦν. Οὐ γὰρ ἂν, εἴπερ ἐξ ἀρχῆς αὐτῷ ταῦτα συνεκλήρωσεν, ὕστερον μετὰ τὴν παράβασιν ἐν τάξει κολάσεως καὶ τιμωρίας τούτοις ἂν αὐτὸν κατεδίκασε. Γενόμενος τοίνυν τούτων χωρὶς, ὑπὲρ τὸν ἥλιον αὐτὸν ἔλαμπε, γυμνὸς μὲν ἱματίων ὢν, δόξῃ δὲ περιβεβλημένος. Καὶ γὰρ καὶ τοῦτο τῆς μακαριότητος αὐτοῦ μέγιστον ἦν σημεῖον, τὸ μήτε ἱματίων δεῖσθαι, μὴ σκέπης, μὴ ἄλλης τινὸς τοιαύτης περιβολῆς, ἀλλ' ἔχειν σῶμα τῆς χρείας τῆς ἀπὸ τούτων ἀνώτερον. Οὐ ταύτῃ δὲ μόνον μακάριος ἦν, ἀλλ' ὅτι καὶ πρὸ τούτου τῆς πρὸς Θεὸν ἀπέλαυεν ὁμιλίας, καὶ τῇ παῤῥησίᾳ τῇ πρὸς αὐτὸν 63.474 ἐνετρύφα. Καὶ ἄγγελοι μὲν ἔτρεμον, καὶ τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ οὐδὲ