1

 2

 3

 4

1

In Eliam prophetam

Εἰς τὸν προφήτην Ἠλίαν, Λόγος.

56.583 αʹ. Πρότερον μὲν τῶν Ἰουδαίων ὁ δῆμος τῇ τῶν προφητῶν ἐκαλλωπίζετο

κτήσει, καὶ προφητικὸν ὑπῆρχε γεώργιον· νῦν δὲ καὶ ταύτην αὐτὴν παρὰ τῆς Ἐκκλησίας ἀφῄρηται τὴν καύχησιν. Ἰδοὺ γὰρ τῶν προφητῶν παρ' ἡμῖν καὶ τὰ σώματα. Οὐ γὰρ ἔπρεπον ἀκάρπῳ λαῷ προφητικοὶ γεωργοί· οὐχ ἥρμοσε παρακατέχειν προφήτας τοῖς τὸν δι' αὐτῶν προφητευθέντα σταυρώσασιν, ἀντὶ νεκρῶν οὓς παρ' ἐκείνοις ἀνέστησεν, ἀντὶ τυφλῶν οὓς παρ' αὐτοῖς ὠμμάτωσεν, ἀντὶ πεινώντων οὓς παρ' ἐκείνοις διέθρεψεν, ἀντὶ τῆς βίας, ἣν δι' αὐτοὺς ὁ τῶν ὅλων ∆εσπότης Θεὸς τῷ μακαρίῳ προσήγαγεν Ἠλίᾳ, λῦσαι τὴν κατ' αὐτῶν ἀπόφασιν τὸν προφήτην βιαζόμενος. Ἄγει γάρ με πρὸς Ἠλίαν ὁ προλαβὼν παιδευτής. Ὁμακάριος Ἠλίας ἰδὼν τὸν τῶν Ἰουδαίων λαὸν τῆς τοῦ Θεοῦ καταστρηνιῶντα φιλανθρωπίας, καὶ τὸν μὲν Θεὸν τῆς ἐκείνων θεομαχίας ἀνεχόμενον διηνεκῶς, ἐκείνους δὲ τῇ μακροθυμίᾳ πρὸς ῥᾳθυμίαν παιδοτριβουμένους ἀεὶ, ἐπινοεῖ τι τοιοῦτον κατὰ τῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγαθότητος· ἀποφαίνεται κατ' αὐτῶν.

Εἶτα εἰδὼς ὅτι τὸν τῶν δικαίων ζῆλον δυσωπεῖται Θεὸς, βουλόμενος τοὺς Ἰουδαίους κολάσαι, καὶ φοβούμενος τὴν θείαν χρηστότητα μικροῖς δάκρυσιν εὐθὺς θεραπευομένην, ἀποφαίνεται κατ' αὐτῶν τιμωρίαν, καὶ ὅρκῳ τὴν τιμωρίαν δεσμεῖ, ἵνα τὸν ὅρκον Θεὸς δυσωπούμενος, μὴ λύσῃ τὴν κατ' ἐκείνων ἀπόφασιν. Ἀγαθὸς, φησὶ, περὶ αὐτοὺς ὁ Θεὸς, καὶ μικροῖς παρ' αὐτῶν θεραπεύεται δάκρυσι, ταῦτα δὲ τούτους εἰς εἰδωλολατρείαν παιδοτριβεῖ. Ζῇ Κύριος, φησὶν, οὐκ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός. Εἶτα, ὡς τοῦ Θεοῦ πρὸς αὐτὸν ἀντιφθεγγομένου· Τί οὖν, ἂν κολακευθῶ παρ' ἐκείνων διὰ μετανοίας, Ἠλία, ἂν δάκρυα προσφέροντας ἐκείνους θεάσωμαι, ἂν ἐπὶ τὰς πλημμελείας μετανοοῦντας, εὐθὺς μὴ δώσω ὑετόν; Οὒ, ζῇ Κύριος, εἰ μὴ διὰ στόματός μου. Οὒ, ζῇ Κύριος. Ἐκεῖνοι, φησὶν, εἰδώλοις προσήλωνται, ἐγὼ δὲ κατὰ τῆς σῆς ὀμνύω θεότητος. ∆εῖξόν μου τὸν ὅρκον τὸν κατὰ σοῦ δυνατὸν, ἵνα καὶ διὰ τούτου μάθωσι τὴν τῶν εἰδώλων ἀσθένειαν. Οὒ, ζῇ Κύριος, οὐκ ἔσται, φησὶ, τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, εἰ μὴ διὰ λόγου στόματός μου. Οὐχ, ὅταν, φησὶ, σοὶ δόξῃ, λύσεις τὴν τιμωρίαν (σοὶ γὰρ ἀεὶ δοκεῖ τὸ φιλανθρωπεύεσθαι), ἀλλ' ὅταν περὶ αὐτῶν ἱκετεύσω, ὅταν ἐμοῦ κρίναντος, ὅταν ἀρκοῦσαν ἐπιδείξωνται τὴν τῆς ψυχῆς μεταμέλειαν. Ἠδέσθη τὴν προφητικὴν ἀπόφασιν ὁ Θεὸς, ἐτίμησεν ὅρκον τὸν εἰς αὐτόν.

Συνείχετο τοίνυν ὁ τῶν ὅλων ∆εσπότης, καὶ τὸν προφήτην αἰδούμενος, καὶ τὸν λαὸν τῷ λιμῷ κολαζόμενον ἐλεῶν. Τί οὖν ποιεῖ; Συγκολάζει τῷ λαῷ τὸν προφήτην, ἵνα τῇ τοῦ λιμοῦ καὶ αὐτὸς συνεχόμενος τιμωρίᾳ βουλεύσηταί τι περὶ τῆς ἀποφάσεως τῆς ἐνόρκου φιλάνθρωπον· καὶ συγκολάζει μὲν τῷ λαῷ τὸν προφήτην, ἐπικουφίζει δὲ τῷ προφήτῃ τὴν τιμωρίαν, οὐδὲ αὐτὴν τὴν τῆς φιλανθρωπίας ὁδὸν ἄνευ τῆς σοφίας ποιούμενος. Τρέφει γὰρ τὸν προφήτην διὰ πετεινῶν μισοτέκνων· μισότεκνος γὰρ ὁ κόραξ γονεὺς, καὶ ἃ τίκτει μὴ τρέφων. Τοῦτο γοῦν ὁ προφήτης ∆αυῒδ αἰνιττόμενος ἔλεγε· Καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐπειδὴ γὰρ οἱ νεοσσοὶ τῶν κοράκων, μᾶλλον δὲ πάντες νεοσσοὶ πρὸς τὴν τῆς τροφῆς τῆς οἰκείας συλλογὴν ἀσθενοῦσιν, ἔχουσι δὲ τοὺς γονέας παιδοτροφοῦντας, ἀπεστέρηνται δὲ τούτου οἱ νεοσσοὶ τῶν κοράκων, ὅμως δὲ διαμένει τῶν κοράκων τὸ γένος παρὰ τῶν γονέων μὴ διατρεφόμενον, δεικνὺς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὁ ∆αυῒδ, ἀνατίθησι τὴν ἐκείνων διατροφὴν τῷ Θεῷ. Κεχηνότες γὰρ εἰς ἀέρα τῶν