1
In Genesim (sermo 3) [Sp.]
Λόγος εἰς τὴν ἀρχὴν τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ εἰς ἐξορίαν τοῦ Ἀδὰμ, καὶ περὶ πονηρῶν γυναικῶν.
56.525
αʹ. Πρόκειται ἡμῖν, ἀγαπητοὶ, πνευματικὴ τράπεζα, ἐκ τῶν θείων Γραφῶν πληρουμένη· πλήρης ἀγαθῶν, οὐκ ἐδεσμάτων ἀπολλυμένων· ἀλλὰ τρυφὴ προχέουσα τῆς ἀληθείας διδάγματα· οὐκ ἄρτον φέρουσα πρόσκαιρον, ἀλλὰ νοημάτων ἀΰλων πανδαισίᾳ τὰς ψυχὰς ἐκτρέφουσα· οὐκ οἶνον μέθην ἐργαζόμενον, ἀλλὰ ζέσει Πνεύματος τὴν καρδίαν ἀναφλέγουσα· οὐ κρεῶν ἀπολλυμένων, ἀλλὰ χαρᾶς στάζουσα ἡδονὴν ἐπουράνιον· οὐ κιθάρας ἢ αὐλοὺς ἀναπέμπουσα, ἀλλὰ ψαλμοὺς καὶ ὕμνους θεοτερπεῖς μελῳδοῦσα· οὐ πορνικοῖς ὀρχήμασι τοῖς αἰσθητοῖς ὀφθαλμοῖς τὴν θεωρίαν ἐκλύουσα, ἀλλὰ τοὺς ὀφθαλμοὺς τῆς καρδίας πρὸς πόθον τῆς βασιλείας τῶν οὐρανῶν διεγείρουσα· οὐ μίμων καὶ κακοηθῶν ἀνδρῶν ἄγει θόρυβον, ἀλλὰ προφητικὰς σάλπιγγας, τὰ ὦτα τῆς διανοίας ἡμῶν πρὸς διδασκαλίαν ψυχωφελῆ χειραγωγοῦσα· οὐ τὸν ἔξω ἄνθρωπον εἰς μετεωρισμοὺς καὶ γέλωτας καὶ εἰς βάραθρα ἀκολασίας ἐμβάλλουσα, ἀλλὰ τὸν ἔνδον πρὸς θεογνωσίας ἀνάπτουσα ἔρωτα, καὶ τῶν βιωτικῶν ἁπάντων ἀπαρνουμένη τὴν σύνθεσίν τε καὶ σύγκρασιν, πρὸς μόνην τὴν τῆς βασιλείας ἀείζωον ἀναβιβάζει ὁδόν. Καὶ ἐπὶ μὲν τῆς αἰσθητῆς τραπέζης κἂν βρωμάτων περισσότερον μεταλάβῃ τις, τὴν κοιλίαν ἀλγεῖ, καὶ τῶν ἐντοσθίων εἱλισσομένων βλάβην οὐ τὴν τυχοῦσαν ἐργάζεται· ἐπὶ δὲ τῆς πνευματικῆς τραπέζης τοὐναντίον· ἐὰν αὐτὴν ἀπλήστως ἐντρυφήσῃς, δυνήσῃ καὶ βίον κατορθώσασθαι καὶ πρᾶξιν θεάρεστον ἐπιτηδεῦσαι· καὶ ὅσον πλείονα τρυφᾷς, τοσοῦτον πρὸς πλείονα πόθον διεγείρεις σαυτόν. Πάλιν οὖν ἐπὶ τῆς πρώτης τραπέζης ἐὰν οἴνου εἰς κόρον μεταλάβῃς, καὶ τῶν ποδῶν τὸ βάδισμα κωλύεις, καὶ τοῖς ὀφθαλμοῖς τὰ μὴ προσήκοντα θεωρεῖς, καὶ τῇ γλώσσῃ τὰ μὴ βουλόμενα λαλεῖς, καὶ συχνοὺς ἐρευγμοὺς ἐκ κατωτάτου στήθους ἀναφέρεις, καὶ τοῖς φίλοις καταγέλαστος δείκνυσαι, καὶ τοῖς δούλοις εὐκαταφρόνητος, ὡς ἐν οἴνῳ τὰς φρένας ἀπολέσας. Ἐπὶ δὲ τῆς δευτέρας τραπέζης, 56.526 ἐὰν ἀπλήστως ἀντλήσῃς αὐτῆς τὰ νοήματα, ὀρθῶς τὰς τρίβους πορεύσῃ πρὸς τὰς ἐντολὰς, ἃς ἔλαβες παρὰ τοῦ Κυρίου· καὶ τοῖς ὀφθαλμοῖς τῆς διανοίας τὰ ἄϋλα κατοπτεύσεις, καὶ ἐκ τοῦ βάθους τῆς καρδίας σου λόγους ἀγαθοὺς ἐρεύξῃ, κατὰ τὸν προφήτην τὸν λέγοντα, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, καὶ τοῖς φίλοις κατακεκοσμημένος ὀφθήσῃ, καὶ τοῖς οἰκέταις εὔχρηστος καὶ προσηνὴς καὶ πραῢς ἀναδειχθήσῃ. Ἴδωμεν οὖν τῆς πνευματικῆς τραπέζης τὰ κέρδη· ἀναπτύξωμεν αὐτῆς τῶν νοημάτων τὴν εὐπρέπειαν· καρυκεύσωμεν αὐτῆς εἰς κόρον τὸ γλεῦκος τὸ ἀθόλωτον, τὸ ἀποστάζον ἐξ αὐτῆς. Ἀκούσωμεν αὐτῆς τῶν ὕμνων καὶ τῶν ᾠδῶν, ἧς ὁ ὕμνος δαίμονας τρέπει καὶ αἱ ᾠδαὶ τὸν ἄρχοντα τοῦ σκότους ἀποστρέφουσι. Σαλπίσωμεν ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. Νηστεία παρήχθη ἡ τῶν ἀποστόλων φίλη, νηστεία παρήχθη ἡ τῶν μαρτύρων καλλονή· νηστεία παρήχθη ἡ τῶν μοναζόντων σύντροφος· νηστεία παρήχθη, ἣν καὶ αὐτὸς ὁ Κύριος ἐν σαρκὶ περιὼν (σιξ) ἐφύλαξεν αὐτῆς τοὺς ὅρους. Καὶ εἰ θέλεις, ἀγαπητὲ, ἄκουε αὐτῆς τὰς ἀριστείας. Νηστείαν Ἀδὰμ μὴ φυλάξας, ἐξόριστος γέγονε τοῦ παραδείσου, καὶ γῆν ἀκανθηφόρον ἐργάζεσθαι ἐκελεύσθη. Νηστείαν μὴ φυλάξαντες οἱ ἐπὶ τοῦ Νῶε ἄνθρωποι, τῆς θεϊκῆς ἀγανακτήσεως ἐν πείρᾳ γεγόνασι, καὶ κατακλυσμοῦ παγκοσμίου δίκην ὑπέστησαν. Νηστείαν Νῶε πρὸς ὀλίγον καταλελοιπὼς, θρίαμβος καὶ