1

 2

 3

1

In Herodem et infantes

Εἰς τὸν Ἡρώδην καὶ εἰς τὰ νήπια.

61.699 Ἤθελον μὲν ἀεὶ καὶ πάντοτε τὸν πνευματικὸν ἀφηγεῖσθαι λόγον, πειθόμενος Παύλῳ τῷ λέγοντι· Πνευματικοῖς πνευματικὰ συγκρίνοντες· μάλιστα δὲ ὅτι χρεώστης ἀπεφάνθην τῆς προτέρας Κυριωνύμου Κυριακῆς. Οὐκ οἶδ' ὅπως τοῦτο συμβαίνει περὶ ἐμὲ, τοῦ ἀεὶ χρέους μὴ ἀπαλλάττεσθαι τὴν ἐμὴν πενίαν, ὑμῶν τῶν ἀπλήστων ἐν τοῖς πνευματικοῖς δανειστῶν μεθοδευόντων σὺν τόκῳ τὸ ὄφλημα. Ἀλλ' ὅμως οὐκ ἀποδύρομαι, ὦ φίλοι, ἀλλὰ πλέον ἀγάλλομαι· πλουσίου γὰρ δεσπότου εὔελπις δοῦλός εἰμι. ∆ιὸ συγγνώμην οὐκ αἰτῶ, ἀλλ' ἐνδοχὴν παρακαλῶ. Ἔχω γὰρ τὸν λογοδότην Θεὸν, τὸν λέγοντα· Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ, οὐ διὰ τὴν τοῦ λαλοῦντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων εὐσεβῆ φιληκοΐαν. Ἤκουες γοῦν τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος· Ἰδὼν δὲ ὁ βασιλεὺς Ἡρώδης, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ὄντας ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Ταῦτα ἐν τῇ κατὰ σάρκα γεννήσει τοῦ Χριστοῦ. Ἄκουε δὲ πῶς ἐκ πολλῶν τῶν χρόνων προελέγετο.

Ὅπως, φησὶ πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· Κραυγὴ ἐν Ῥαμᾷ ἠκούσθη Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς. Ὁρᾷς πρὸ πόσων γενεῶν κατηγγέλλετο ἡ τοῦ Ἡρώδου ἐπ' ἐσχάτων τῶν ἡμερῶν μανία; Ἀποστείλας γὰρ, φησὶν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς. Ὢ τῆς τοῦ Ἡρώδου μανίας, μᾶλλον δὲ τῆς τοῦ διαβόλου κακίας! αὐτοῦ γὰρ ἦν καὶ τοῦτο τὸ ἔργον· αὐτὸς ὥπλισε τὸν Ἡρώδην κατὰ τῶν νηπίων. Ἀλλ' ὅμως καθ' ἑαυτοῦ τὸ ξίφος τῆς βρεφοκτονίας ἤγειρε· πολλὰ γὰρ ὁ Ἡρώδης μηχανησάμενος οὐκ ἀνεῖλεν Ἰησοῦν, ὃν ἐζήτει· ἡ δὲ τοῦ Ἡρώδου ἀποτυχία, τοῦ διαβόλου ταλαιπωρία. Ἰδὼν, φησὶν, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς. Ὦ Ἡρώδη, τί προπετῶς θυμοῦσαι; τί ὁπλίζῃ κατὰ τῶν νηπίων; Ὑπὸ τῶν μάγων ἐνεπαίχθης, καὶ τὰ βρέφη φονοκτονεῖς; μὴ γὰρ τὰ βρέφη τοὺς μάγους ὡδήγησαν; ἀστὴρ αὐτοῖς ἐμήνυσε τὸν τεχθέντα ∆εσπότην. Τὸν ἀστέρα οὖν μὴ δυνάμενος τοξεῦσαι, τὰ βρέφη φονο 61.700 κτονεῖς; ἢ διὰ τοῦτο τῆς βασιλείας ἐπελάβου, ἵνα κατὰ θηλαζόντων τὴν ἰσχὺν ἐπιδείξῃ; νηπίοις πολεμεῖς, Ἡρώδη; μητέρας ἀτεκνοῖς; μαστοὺς ξηραίνεις; ἀγκάλας γυμνοῖς; σπλάγχνα τιτρώσκεις; γυναιξὶν ὠδινούσαις θρήνους πληθύνεις; ἀπὸ διετοῦς καὶ κατωτέρω ἀνελεῖς τὰ βρέφη; Ἔχεις γὰρ ποῦ ἐμπείρῃς τὸ ξίφος. Τοῦτο οὐκ ἔστι φονοκτονῆσαι, ἀλλὰ ἀωροτομῆσαι. Ἐπίδειξον τοῖς παισὶ τὸ ξίφος· ἐὰν φοβηθέντα δειλιάσωσι, φόνευε, κατάσφαζε· ἐὰν δὲ ἱλαρυνόμενα προσδράμωσι τῷ ξίφει, τί προσφέρεις τὸ ξίφος τοῖς προσγελῶσι τῷ ξίφει; Νομίζεις, Ἡρώδη, μετελθεῖν τὸν Σωτῆρα καὶ φονοκτονῆσαι τοῦτον; Ἐπειδὴ δὲ ὅλως προῄρησαι, ἔκπεμψον δόγμα, τοὺς μάγους μετακάλεσαι, τὸν ἀστέρα παράστειλον, τὸν Γαβριὴλ φυλάκισον, τοὺς προφήτας ἀνάκρινον, μητέρα Παρθένον ζήτησον· ἐὰν τούτων ἐπιλάβῃ, τότε δυνήσῃ καὶ τὸν Χριστὸν εὕρασθαι.

Οὐ δοξολογεῖς, ἀλλὰ ζητεῖς τὸν ἀρεύστως τεχθέντα; θεομαχεῖς, βασιλεῦ; τὸν βασιλέα τυγχάνοντα πολυπραγμονεῖς; κρατῆσαι θέλεις τὸν κρατοῦντά σε; ὀλέσθαι θέλεις τὸν θέλοντά σε σῶσαι; συσχεῖν πανουργεύεις τὸν παρεστῶτά σοι, καὶ διὰ τὴν πονηρίαν σου ὀφθῆναί σοι μὴ βουλόμενον; οὗτός ἐστιν, Ἡρώδη, ὁ ἐκ πολλῶν τῶν