1
In Isaiam
ΠΡΟΛΟΓΟΣ
π.1 Τοῦ προφήτου τούτου τὸ ἐξαίρετον μάλιστα μὲν καὶ αὐτόθεν ἔστιν ἰδεῖν, δείκνυσι δὲ αὐτὸ ἐντελέστερον ὁ πάντων ἀκριβέστερον τὰς ἀρετὰς αὐτοῦ εἰδὼς Παῦλος, ἅτε Πνεύματι τοσούτῳ φθεγγόμενος. Τὴν γὰρ ἐλευθεροστομίαν αὐτοῦ καὶ τὸ φρόνημα τὸ ἀδούλωτον καὶ τὴν ὑψηλὴν γνώμην καὶ τὴν πολλὴν ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ σαφήνειαν ἐνδεικνύμενος, ἅπαντα ταῦτα ἑνὶ ῥήματι παρέστησεν εἰπών· Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Πολὺ δὲ αὐτοῦ καὶ τὸ συμπαθές. Οὐ γὰρ δὴ μόνον κατεξανίστατο τῆς τοῦ δήμου μανίας, οὐδὲ ἐλευθέρᾳ γλώττῃ καὶ ὑψηλοτέρᾳ γνώμῃ τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι λυπηρὰ μετὰ πολλῆς ἀπήγγειλε τῆς παρρησίας, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς τῶν πραγμάτων περιστάσεσιν αὐτῶν οὐκ ἔλαττον τῶν ἐμπιπτόντων ἐν αὐταῖς ἤλγει καὶ ἐδάκνετο καὶ πικρότερον τῶν ἁλόντων ὠδύρετο. Καὶ πάντων δέ, ὡς εἰπεῖν, τῶν προφητῶν καὶ τῶν ἁγίων τοιοῦτον τὸ ἦθος· πατέρων φιλοστοργίαν τῇ περὶ τοὺς ἀρχομένους ἀπέκρυψαν διαθέσει καὶ τὴν τῆς φύσεως τυραννίδα ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισαν. Οὐδεὶς γάρ, οὐδείς ποτε φιλόπαις οὕτω τῶν ἐκγόνων περιεκαίετο, ὡς οὗτοι τῶν ἀρχομένων ὑπεραπέθνησκον, ὀδυρόμενοι, θρηνοῦντες, κακῶς πασχόντων αὐτῶν τὸν Θεὸν παρακαλοῦντες, συναπαγόμενοι, κοινωνοῦντες τῶν δεινῶν, πάντα καὶ ποιοῦντες καὶ πάσχοντες, ὥστε αὐτοὺς ἐξελέσθαι καὶ τῆς ἄνωθεν ὀργῆς, καὶ τῆς τῶν πραγμάτων ἐπιδρομῆς. Καὶ γὰρ οὐδὲν οὕτως ἐπιτήδειον εἰς ἀρχῆς αἵρεσιν, ὡς ψυχὴ φιλόσοφος καὶ συναλγεῖν ἐπισταμένη. ∆ιὰ τοῦτο καὶ Μωϋσέα τὸν μέγαν ἐπὶ τὸν θρόνον τῆς δημαγωγίας ἀνεβίβασεν ὁ Θεός, ἐπειδὴ προλαβὼν διὰ τῶν ἔργων ἐπεδείξατο τὴν ὑπὲρ τοῦ δήμου φιλοστοργίαν καὶ μετὰ ταῦτα ἔλεγεν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Καὶ αὐτὸς δὲ οὗτος ὁρῶν ἀπολλυμένους, ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι. Μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Ὁ δὲ Ἱερεμίας καὶ θρήνους μακροὺς συνέθηκε, τῆς πόλεως κατενεχθείσης. Ἰεζεκιὴλ δὲ καὶ συναπῆλθε καὶ τὴν ἀλλοτρίαν τῆς οἰκείας κουφοτέραν εἶναι ἐνόμιζε, μέγιστον εἰς παραμυθίαν τῆς συμφορᾶς ἔχων τὸ παρεῖναι τοῖς κάμνουσι καὶ διορθοῦν τὰ ἑτέρων πράγματα. Καὶ ὁ ∆ανιὴλ δὲ ὑπὲρ τῆς ἀνόδου τῆς τούτων εἴκοσι καὶ πλείους ἡμέρας διέμεινεν ἄσιτος καὶ πᾶσαν σπουδὴν ἐπεδείξατο, τὸν Θεὸν ἱκετεύων ἀφεθῆναι τῆς πικρᾶς δουλείας αὐτούς. Καὶ τῶν ἁγίων δὲ ἕκαστος ἐντεῦθεν φαίνεται λάμπων. Οὕτω καὶ ὁ ∆αυῒδ ὁρῶν τὴν θεήλατον ὀργὴν ἐκείνην ἐπὶ τὸν δῆμον φερομένην, ἐφ' ἑαυτὸν ἐκάλει τὴν πληγήν, λέγων· Ἐγὼ ὁ ποιμὴν ἥμαρτον καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐμοί, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ὁ πατριάρχης δὲ Ἀβραὰμ πόρρω τῶν κακῶν ἑστηκὼς καὶ οὐδὲν ἔχων κοινὸν πρὸς τὰ καταληψόμενα τοὺς ἐν Σοδόμοις κακά, ὡς ἐν αὐτοῖς μέσοις τοῖς δεινοῖς ἐμβεβηκώς, οὕτω παρεκάλει καὶ ἐδέετο τοῦ Θεοῦ καὶ οὐδ' ἂν ἀπέστη πάντα ποιῶν καὶ λέγων, ὥστε λῦσαι τὸν χαλεπὸν ἐμπρησμὸν ἐκεῖνον, εἰ μὴ ὁ Θεὸς αὐτὸν ἀφεὶς ἀπῆλθεν. Οἱ δὲ ἐν τῇ Καινῇ καὶ μείζονα ἐπεδείξαντο ταύτης τὴν ἀρετήν, ἅτε καὶ πλείονος ἀπολελαυκότες χάριτος καὶ πρὸς μακρότερα κληθέντες σκάμματα. ∆ιὰ τοῦτο καὶ Πέτρος ἀκούων τοῦ Χριστοῦ λέγοντος, ὅτι τοῖς πλουτοῦσι δυσκολωτάτη ἡ πρὸς τὸν οὐρανὸν εἴσοδος, ἠγωνία καὶ ἔτρεμε, καὶ πεῦσιν προσῆγε λέγων· Τίς ἄρα δύναται σωθῆναι; καίτοι γε ὑπὲρ τῶν καθ' ἑαυτὸν θαρρῶν πραγμάτων. Οὐ γὰρ τὰ ἑαυτῶν ἐσκόπουν, ἀλλὰ τὰ τῆς οἰκουμένης ἐφρόντιζον. Καὶ