1

 2

 3

 4

1

In Petrum et Paulum

Εἰς τοὺς κορυφαίους τῶν ἀποστόλων Πέτρον καὶ Παῦλον, καὶ τὸ αὐτῶν μαρτύριον ἐνδοξότατον.

59.491

αʹ. Οὐρανοῦ καὶ γῆς ἅμιλλαν ὁρῶ διὰ τὴν παροῦσαν πανήγυριν τῆς μνήμης τῶν ἀποστόλων, τῶν μὲν ἐπουρανίων δυνάμεων εὐφημουσῶν ἐντίμοις φωναῖς τοῦ πόνου αὐτῶν τὸ διδασκάλιον, ὡς δι' αὐτῶν γνωρισθὲν αὐτοῖς τὸ τῆς οἰκονομίας μυστήριον, καθὼς ὁ Παῦλος βοᾷ, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ· τῶν δὲ ἐπὶ γῆς ἀνθρώπων ἐκβιαζομένων ἀξίαν εὐφημίαν διὰ τῆς τιμῆς πρὸς τοὺς κορυφαίους δεῖξαι, ὡς δι' αὐτῶν εἰς σωτηρίαν ἐπανελθόντων. Τί γὰρ Πέτρου μεῖζον; τί δὲ Παύλου ἴσον; οἵτινες τῷ ἔργῳ καὶ τῷ λόγῳ πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησαν· οἱ τῷ πηλῷ τοῦ σώματος συμπεπλεγμένοι, καὶ ἀμείνους ἀγγέλων εὑρεθέντες. Τί οὖν ἐροῦμεν πρὸς τοὺς διδασκάλους τῆς ἄνω καὶ τῆς κάτω κτίσεως; Οὐχ εὑρίσκω γὰρ λόγον ἐπάξιον ἐγκωμιάσαι τοὺς ἐγκωμιάσαντας τὸ γένος ἡμῶν, τοὺς τὴν ἅπασαν γῆν καὶ θάλασσαν περιελθόντας, καὶ τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀνασπάσαντας, καὶ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλόντας ἐν ταῖς καρδίαις τῶν ἀπειθούντων ἀνθρώπων.

Πέτρος ὁ καθηγητὴς τῶν ἀποστό 59.492 λων, Παῦλος ὁ γνωριστὴς τῆς οἰκουμένης, καὶ τῶν ἄνω δυνάμεων συμμέτοχος· Πέτρος τῶν ἀγνωμόνων Ἰουδαίων ὁ χαλινὸς, Παῦλος τῶν ἐθνῶν ἡ παράκλησις. Καὶ βλέπε μοι τοῦ ∆εσπότου τὴν ὑπερέχουσαν σοφίαν. Τὸν γὰρ Πέτρον ἀπὸ ἁλιέων ἐξελέξατο, τὸν δὲ Παῦλον ἀπὸ σκηνοῤῥάφων· καὶ τοῦτο δὲ πρὸς ὠφέλειαν πεποίηκεν· ἐβυθίζετο γὰρ ἡ δόξα τῶν Ἰουδαίων. ∆ιὰ τοῦτο τούτῳ τῷ ἁλιεῖ ἐνεπίστευσεν ὁ Κύριος, φήσας πρὸς αὐτόν· Ἄπελθε εἰς τὴν θάλασσαν, καὶ βάλε ἄγκιστρον· καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἄρας, ἄνοιξον τὸ στόμα αὐτοῦ, καὶ εὑρήσεις στατῆρα Θάλασσαν λέγων, τὴν ἄστατον τῶν ἀνόμων Ἰουδαίων γνώμην· ἄγκιστρον, τὸν ἔντεχνον λόγον τῆς διδασκαλίας· ἰχθὺς, τὸν νόμον σημαίνει. Τὸ δὲ ἀνοῖξαι τὸ στόμα αὐτοῦ, τὸ ἑρμηνεύειν αὐτὸν λέγει· τὸ δὲ εὑρεῖν ἐν αὐτῷ στατῆρα, τὸ πνευματικῶς αὐτὸν ἀνακρίνειν σημαίνει. Τῷ δὲ Παύλῳ ὡς σκηνοῤῥάφῳ τὰ ἔθνη ἐνεχείρισεν, ἵνα ἐνδύσῃ διὰ νόμου καὶ τῆς χάριτος γυμνοὺς, τὸ κόκκινον ἔνδυμα, τὸ ἐξ ὕδατος καὶ αἵματος ∆εσποτικοῦ βαφέν. Οὕτως αὐτῷ ὁ ∆εσπότης βοῶν, Ἄπελθε, φησὶν, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε. Ὢ μακαρία δυὰς ἡ πιστευθεῖσα ὅλου τοῦ κόσμου τὰς ψυχάς! Πέτρος ἡ ἀρχὴ τῆς ὀρθοδοξίας, ὁ 59.493 μέγας τῆς Ἐκκλησίας ἱεροφάντης, ὁ ἀναγκαῖος σύμβουλος τῶν Χριστιανῶν, τὸ κειμήλιον τῶν ἄνω δυνάμεων, ὁ τετιμημένος ὑπὸ τοῦ ∆εσπότου ἀπόστολος. Παῦλος ὁ μέγας τῆς ἀληθείας κήρυξ, τὸ καύχημα τῆς οἰκουμένης, ὁ ἐν οὐρανοῖς ἄνθρωπος, καὶ ἐπὶ γῆς ἄγγελος, ἡ δόξα τῆς Ἐκκλησίας, ὁ ἐν ὑψηλοῖς πετόμενος ἀετὸς, ἡ λύρα τοῦ Πνεύματος, ἡ χελιδὼν καὶ τέττιξ, τὸ ὄργανον τὸ ∆εσποτικὸν, ὁ γρήγορος τοῦ Χριστοῦ ὑπηρέτης. Παῦλος καὶ Πέτρος, οἱ ζευκτοὶ βόες τῆς Ἐκκλησίας, οἱ καλὴν πραγματείαν τῇ οἰκουμένῃ ἐμπορευσάμενοι, οἱ τὸν σταυρὸν ἀντὶ ζυγοῦ ἄραντες, ἀντὶ δὲ ἐπιβάτου τὸν Σωτῆρα, ἀντὶ δὲ ζευγλῶν τὰς Γραφῶν διαθήκας, ἀντὶ δὲ κέντρου τὴν χάριν τοῦ ἁγίου Πνεύματος. Παῦλος καὶ Πέτρος, οἱ τὴν Ἐκκλησίαν καθ' ἡμέραν φαιδρύνοντες, τὰ ταμιεῖα τὰ ∆εσποτικὰ, τὰ πανδοχεῖα τῆς οἰκουμένης, τὰ δοχεῖα τοῦ Πνεύματος, τῆς ἁγίας Τριάδος τὰ ἑρμηνευτήρια, τῆς οἰκονομίας τοῦ θείου λόγου οἱ ὑφηγηταί. Πέτρος, ὁ ἐμὸς πνευματικὸς ἔρως· Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ἡ ἐμὴ βακτηρία. Πέτρος, ὁ ναὸς