1

 2

 3

 4

1

In Psalmum 92 [Sp.]

Εἰς τὸ ῥητὸν τοῦ ἐνενηκοστοῦ καὶ δευτέρου ψαλμοῦ, τὸ, "Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·" καὶ περὶ τοῦ ἐν θαλάσσῃ περιπατοῦντος Σωτῆρος, εἰς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ εἰς τοὺς

πρωτοπλάστους κατὰ τῆς παραβάσεως.

55.611 αʹ. Ἐκτῶν ἀρτίως ἡμῖν παραναγνωσθέντων ἐκ τοῦ κατὰ Ματθαῖον

Εὐαγγελίου τὰς ἀφορμὰς λαβόντες ἐν τῇ τῆς θαλάσσης τρικυμίᾳ, καὶ τῇ τοῦ Κυρίου θαυματουργίᾳ, καὶ τῇ τῶν ἀποστόλων ὀλιγοψυχίᾳ, εὔκαιρον λέγειν ἡμᾶς τὰ τοῦ προφήτου· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολ λῶν· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Τίνες οἱ μετεωρισμοὶ τῆς θαλάσσης; Ἡ τοῦ Κυρίου θαυμα τουργία, ὅτι νεύματι μόνῳ τὴν τραχυνομένην θάλασσαν γαληνιᾶσαι παρεσκεύασε. Τίνες δὲ οἱ ἐπάραντες φωνὰς ἐν τῇ θαλάσσῃ ποταμοὶ, ἀλλ' ἢ οἱ μαθηταὶ τοῦ Κυρίου πάντως; Ποταμοὶ γὰρ οἱ ἀπόστολοι, ὡς ἐκ τῆς ἀεννάου 55.612 πηγῆς Χριστοῦ προελθόντες, κατὰ τὸ φάσκον ῥητόν· ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Καὶ ὁ μὲν Κύριος θαυμα τουργῶν οὐκ ἐπαύετο· οἱ δὲ ἀπόστολοι τῆς δικαιοσύνης οὐκ ἀφίσταντο, ἐν τῇ θαλάσσῃ κυμαινόμενοι.

Τὸν Κύριον γὰρ τετάρτῃ φυλακῇ τῆς νυκτὸς διοδεύοντα τὰ νῶτα τῆς θαλάσσης κατανοήσαντες, ἔδοξαν φάντασμα εἶναι. Ποῖον φάντασμα; Ἡ δούλη τὸν ∆εσπότην ἐγνώρισε, καὶ οἱ μαθηταὶ τὸν ∆εσπότην οὐκ ἐγνώρισαν; Ἔχοντες αὐτοῦ τοιαύτας ἀποδείξεις θαυμάτων, ἀμφέβαλλον, κατανοή σαντες αὐτὸν τὰ νῶτα τῆς θαλάσσης χωροβατοῦντα. Οὐχὶ αὐτὸς ἦν ὁ διὰ τῆς Μωϋσαϊκῆς βακτηρίας τὸν55.613 βύθιον κόλπον γυμνώσας, καὶ τοὺς υἱοὺς Ἰσραὴλ κεκονιαμένῳ ποδὶ παροδεῦσαι κατασκευάσας; Ἔδοξαν φάντασμα εἶναι, καὶ ἐφοβήθησαν. Οὕτως Ἐφοβήθησαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ἐφοβήθησαν γὰρ, τὸν λιμένα τῆς ζωῆς κατανοήσαντες πλησιάσαντα. Πάντων δὲ φοβηθέντων, ὁ Πέτρος πλησιάσας ἔφη πρὸς τὸν Κύριον· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Ἐλθέ. Εἶτα πρὸς τοὺς μαθητὰς, Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Οὐ φαντάζω, ἀλλ' ἀληθεύω. Ἐγὼ γὰρ ἡ ἀλήθεια ἐνηνθρώπησα, ἵνα τὸν φαντάζοντα καταργήσω. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τί δοκεῖσθε τῇ τῶν ἀνέμων ἐμπνεύσει; Οὐ περὶ ἐμοῦ ἔλεγε τὸ φάσκον ῥητόν· Ὁ ἐξάγων ἀνέμους ἐκ θη σαυρῶν αὐτῶν; Καὶ νῦν τοὺς ἀνέμους ἐξέβαλον, οὐχ ἵνα ταράξω ὑμᾶς, ἀλλ' ἵνα στηρίξω. Ταῦτα τοῦ Κυρίου λέγοντος, πάλιν ὁ Πέτρος προπηδήσας, ὡς θερμὸς τῇ πίστει, ἀπεκρίνατο λέγων· Κύριε, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ τοῖς ῥήμασι γνωριζόμενος, καὶ τοῖς πράγμασιν ἀμφι βαλλόμενος· οὐδαμοῦ γάρ σε κατενοήσαμεν τὴν θάλασσαν πεζεύοντα· εἰ σὺ εἶ ὁ Χριστὸς, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐλθὲ, ἐὰν ἔχῃς πίστιν βαστάζουσάν σε. Οὐδὲν εἰρωνείᾳ χαρίζομαι. Εἰ μὴ πιστεύεις, οὐ βαδίζεις. Τοῦ δὲ Πέτρου καταπη δήσαντος πρὸς τὴν τοῦ Κυρίου ἐπαγγελίαν, ἤρξατο χω ροβατεῖν τὴν θάλασσαν, ἔχων τὴν πίστιν ἀκλυδώνιστον. Ὡς δὲ προέβη μικρὸν, ἐπειδὴ ἀνθρώπινος ἦν ἕξει, τρο πῇ δουλεύων, ὡς ἄνθρωπος κλονούμενος, ἐδίστασεν, ἐνεχαυνώθη, καὶ πρὸς ἑαυτὸν ἤρξατο λέγειν· Ἄπιστον τὸ φαινόμενον· τὴν θάλασσαν πεζεύω, ἡ ὑγρὰ κόνιν ἐκ βάλλει.

Ἐν τούτῳ τοῦ Πέτρου διστάζοντος ἡ σύνδουλος θάλασσα, ὡς ἐπὶ ἀπίστου δούλου, ἤρξατο κυματοῦσθαι, καὶ παιδεύειν τὸν σύνδουλον, καὶ καταποντίζειν τὸν ἄπι στον. Ὅθεν ὁ Πέτρος κατανοήσας, ὅτι ἡ μὲν πίστις τὴν βάσιν παρεῖχεν, ἡ δὲ