1

 2

 3

 4

1

In Psalmum 94 [Sp.]

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ, ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.

55.615 Ἐγείρει τὸν ὁπλίτην πρὸς πόλεμον ἡ τῆς σάλπιγγος βοὴ, καὶ τοῦτον ἕτοιμον πρὸς μάχην τοῖς πολεμίοις παρ ίστησιν· καὶ ναύτας παρ' ὅρμον βαίνειν ἐπὶ νηὸς ἡ τοῦ χειμῶνος ἔκβασις κατηνάγκασεν. Καὶ ἡμᾶς ὁ μελῳδὸς ∆αυῒδ διὰ τῆς πυκτίδος πανηγυρικὸν ἠχήσας μέλος, ἐπὶ τὴν πνευματικὴν ταύτην εὐωχίαν ἤγαγε σήμερον. Τί γάρ φησιν; ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον 55.616 αὐτοῦ ἐν ἐξομολογήσει. Ὢ ∆αυϊδικῆς φωνῆς· ὢ κλήσεως ἀγαθῆς· ὢ πνευματικῆς ἐδωδῆς· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ὢ δεσποτικῆς εὐσπλαγχνίας· ὢ προφητικῆς παραινέσεως καλούσης εἰς μετάνοιαν.

Εἶδες, ἀγαπητὲ, δεσποτικῆς εὐσπλαγχνίας ἀγαθότητα, καὶ προφητικοῦ κηρύγματος ἱλαρότητα· πῶς πάντας ἡμᾶς προτρέπεται εἰς μετά νοιαν καὶ πρὸς εὐσέβειαν καλεῖ καὶ σωτηρίαν, λέγων· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Κύριος ἐκέλευσε, προφήτης ἐκάλεσεν, ἡμεῖς ὑπακούσωμεν. Οὐ γὰρ ἐπὶ φθαρτὸν ἄριστον ἐκάλεσεν, γαστρὸς ἐπιθυμίαν κορέσαι 55.617 βουλόμενος. Οὕτως ἡμᾶς διὰ τῆς ἡδυφώνου λύρας καλεῖ· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Πάντες οὖν οἱ ταῖς σειραῖς τῆς ἀγάπης αὐτοῦ συσφίγξαντες, καὶ τὸν ζυγὸν τῆς ὑπακοῆς βαστάζομεν, προσέλθωμεν τῷ ∆εσπότῃ, καθάρσιον τῶν ἐν ἡμέρᾳ πεπραγμένων κακῶν ποιήσαντες. Μετανοίας γὰρ ὁ παρὼν βίος, ἀπειλῆς δὲ καὶ κρίσεως ἡ μέλλουσα παρουσία. Ἄκουσον αὐτοῦ τοῦ προφήτου λέγοντο· Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογή σεταί σοι; Μὴ τρίνυν πολυπλόκοις σειραῖς δεσμείσθω ἡμῶν ἡ διάνοια, ἀλλ' ἐξ ὅλης καρδίας ἱκετεύσωμεν αὐ τόν· ἕτοιμος γάρ ἐστιν ἀκούειν δεήσεως αἰτούντων· μόνον σὺ μὴ ὀλιγωρήσῃς τοῦ αἰτήσασθαι αὐτόν. Ἑτοι μότερός σου ὁ Θεὸς πάρεστιν. Οὐ χρεία σοι ὁδοιπορίας πολλῆς, οὐδὲ πελάγη διατεμεῖν· ἀλλ' ἄκουσον αὐτοῦ λέ γοντος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν. Οὐ χρεία σοι ἀναλωμάτων πολλῶν καὶ δαπανῶν, ἀλλ' ἀποστραφεὶς στέναξον, καὶ εὐθέως ἵλεω τὸν ∆ε σπότην κατέστησας. Ἐστράφη ποτὲ Ἐζεκίας πρὸς τὸν τοῖχον, οὐ τὸν ἐκ λίθων συγκείμενον, ἀλλὰ τὸν διὰ προφητικῆς καὶ ἀποστολικῆς διδασκαλίας οἰκοδομούμε νον. Τοῖχον ἐκεῖνον λέγω, περὶ οὗ Παῦλος καυχᾶται λέ γων· Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· τοῖχον ἐκεῖνον λέγω, ἐφ' ᾧ ὁ ἀκρογωνιαῖος λίθος ἐτέθη· λέγω δὴ Χριστὸν, περὶ οὗ εἶπεν ἡ Γραφὴ, ὅτι Λίθοι ἅγιοι κυλισθήσονται· τοῖχον ἐκεῖνον λέγω, δι' ὃν ὁ τοῦ Θεοῦ ᾠκοδομήθη ναός.

Τί ποιεῖς, ὦ Ἐζεκία; τί ἀποστρέφῃ πρὸς τοῖχον; Φησὶν, ὅτι ἐκεῖνον ζητῶ, τὸν ζωῆς δω τῆρα καὶ θανάτου λυτῆρα· ἐκεῖνον ζητῶ, καὶ ἐπ' αὐτὸν καταφεύγω. Ὅμως στραφεὶς καὶ μετανοήσας τὴν ζωὴν ἐκαρπώσατο, καὶ ἀπόφασιν Θεοῦ κατ' αὐτοῦ ἐξενεχθεῖσαν ἔφυγε, καὶ δεκαπέντε ἔτη ζωῆς προσέθηκεν αὐτῷ ὁ Θεός· καὶ πολεμίων κύκλῳ περιτειχισαμένων, καὶ κυ κλωσάντων τὴν πόλιν, ἄγγελος ὑπέρμαχος ἐγένετο, καὶ τὰ τοσαῦτα πλήθη τῶν Ἀσσυρίων κατεστρώννυεν. Τοσοῦτον ἴσχυσεν ἡ μετάνοια· Ἐξῆλθεν γὰρ, φησὶν, ἄγγελος Κυρίου, καὶ εἰς τὴν παράταξιν τῶν Ἀσσυ ρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· τὸν δὲ τούτων ἡγούμενον τὸν Σεναχηρεὶβ ζῶντα ἀπέλυ σεν, δι' οὐδὲν ἕτερον, ὡς ἔγωγε νομίζω, ἀλλ' ἢ εἰς με τάνοιαν αὐτὸν προσκαλούμενος ὁ Θεός. Ἀμέλει γοῦν ὡς εἶδεν αὐτὸν ὁ Θεὸς μὴ πεισθέντα, μηδὲ ἀποστραφέντα, τῆς αὐτοῦ κακίας, ἀλλ' ἀμειλικτόν τινα καὶ