1

 2

 3

 4

1

In Romanum martyrem

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΤΥΡΑ ΡΩΜΑΝΟΝ. Λόγος βʹ.

50.611 αʹ. Παλαῖστραι μὲν σώμασιν ἀνδρείαν χαρίζονται, καὶ τέχνης ἀθλητικῆς ἐπιστήμας· μαρτύρων δὲ μνῆμαι ταῖς τῶν δαιμόνων τὰς ψυχὰς ἀνθοπλίζουσι τέχναις, καὶ πρὸς τὰς κατ' ἐκείνων παιδοτριβοῦσι λαβάς. Τὸν γὰρ ἀθλητικὸν δημοσιεύουσαι τόνον καὶ τὴν ἀνένδοτον πρὸς τὰς μάστιγας πάλην, ἐγείρουσιν εἰς 50.612 θάρσος τὴν εὐσέβειαν, ὥσπερ ἐν σκάμμασι ταῖς τῶν παθῶν διηγήσεσιν ὑπὸ μάρτυρος παντὸς τεταμένον προθεῖσαι δίαυλον. Τοιαύτη ἡ τοῦ σήμερον στεφανω θέντος ἀθλητοῦ μνήμη. Τίς γὰρ οὐκ ἂν τὰ κατὰ τοῦ διαβόλου θαῤῥήσειε σκάμματα τοῖς τοῦ μάρτυρος τὴν ψυχὴν παιδοτριβήσας παλαίσμασιν, ὃν τοσούτων κιν δύνων οὐ κατέσεισε πλῆθος; Πολλὴ γάρ τις τῷ κόσμῳ 50.613 τῆς ἀσεβείας τότε τυραννὶς ἐνωρχεῖτο, καὶ θάλασσαν ἐκ βυθῶν ἐμιμεῖτο σειομένην ὁ βίος, καὶ τοῦ πελάγους εἰς τὴν γῆν αἱ τρικυμίαι μετέστησαν, καὶ σφοδρὸν τὸ τῆς εὐσεβείας σκάφος δυσσεβείας περιήντλει κλυ δώνιον, ἐν ᾧ πολλοὶ μὲν νεκροὶ πανταχοῦ κυβερνῆται, ναυτῶν δὲ οὐκ ὀλίγος ἀριθμὸς ὑποβρύχιος· πάντα δὲ ἦν φόβων πικρῶν καὶ ναυαγίων ἀνάμεστα.

Ἔπνεον βασιλεῖς καταιγίδος σφοδρότερον, φοβερὰς τύραννοι τρικυμίας ἐπῆγον, ἀρχόντων συγκεκίνηντο θρόνοι, δικασταὶ τὴν εἰς Χριστὸν ἐκήρυττον ἄρνησιν, πικρὰς νομοθέται τιμωρίας ἠπείλουν, πρὸς τὰς τῶν δαιμόνων ἄνδρες θυσίας ἡρπάζοντο, πρὸς τὴν τῶν βω μῶν εἵλκοντο βδελυρίαν γυναῖκες· ἐσύροντο πρὸς ταύ την καὶ παρθένοι τὴν λύσσαν, φυγαῖς ἱερεῖς καὶ σφα γαῖς παρεδίδοντο, τῶν ἱερῶν ἠλαύνοντο οἱ πιστοὶ πε ριβόλων. Πρὸς τηλικαύτην ὁ μάρτυς ἐξωπλίζετο μά χην, καὶ τοσούτοις τὴν γνώμην κινδύνοις ἀνθίστησιν, ὥσπερ τινὰ σκιαμαχίαν γελῶν τὴν παράταξιν, καὶ καθάπερ ἐν σκάμμασιν ἀντὶ κόνεως τῇ πίστει τοὺς δικαστὰς καταπάσσων, οὕτω τὴν τοῦ τότε δικάζοντος ἀνεῤῥίπιζε γνώμην, δρόμον αὐτῷ κατὰ τῆς Ἐκ κλησίας μελετώμενον στήσας. ∆ιὸ δὴ πρὸς κόλασιν ὀξέως ὁ γενναῖος ἀνήρπαστο, καὶ πολλαὶ μὲν προσ ήγοντο τιμωριῶν ποικιλίαι· ὁ μάρτυς δὲ προσεῴκει κιθάρᾳ, τῷ τῶν βασάνων πλήκτρῳ πρὸς φθόγγον κι νούμενος· συνέτριβον τὸ σῶμα περιστάντες οἱ δή μιοι, ὁ δὲ, ὡς χαλκός τις, τῆς εὐσεβείας τὸ μέλος ὑπήχει κρουόμενος· κρεμῶντες ἐπὶ ξύλου κατέξαινον, ὁ δὲ ὡς δένδρον ζωῆς τὸ ξύλον ἠσπάζετο· ὡς πλευρὰς τοῦ δικαίου τὰς παρειὰς διεσπάραττον, ὁ δὲ ὡς πλείο να στόματα λαμβάνων ἐῤῥητόρευεν, καὶ καινῷ κατ ῄσχυνε τὸν ἀντίπαλον πτώματι. Ὡς γὰρ εἶδε τὸν δικαστὴν πρὸς τὴν τῶν δαιμόνων σπουδὴν αὐτὸν ἐκκαλούμενον, αἰτεῖ βρέφος ἐξ ἀγορᾶς ἀχθῆναι, ὡς ἐκεῖνο τῶν ζητουμένων παρὰ τοῦ δικα στοῦ κριτὴν ποιησόμενος· καὶ προσαχθέντι τῷ βρέφει τὴν περὶ τῶν προκειμένων προσῆγεν ἐρώτησιν. Τέ κνον, φησὶ, δίκαιόν ἐστι τὸν Θεὸν προσκυνεῖν, ἢ τοὺς θεοὺς τοὺς λεγομένους ὑπὸ τούτων;

Πολλὴ τῆς τοῦ μάρτυρος σοφίας ἡ περιουσία· τοῦ δικαστοῦ δικαστὴν τὸ παιδίον καθίζει· τὸ δὲ ὑπὲρ τοῦ Χριστοῦ ταχέως ἀπεφήνατο ψῆφον, ἵνα δειχθῇ καὶ παιδία δυσσεβούν των δικαστῶν συνετώτερα, μᾶλλον δὲ ἵνα φανῇ μὴ μόνον μάρτυς ὁ μάρτυς, ἀλλὰ καὶ μαρτύρων ἀλεί πτης. Οὐδὲ τοῦτο δὲ ὅμως τὴν δικαστικὴν ὑπεσκέλισε λύσσαν, ἀλλ' εὐθὺς ἐπὶ ξύλου μετὰ τοῦ βρέφους ὁ μάρτυς ἡρπάζετο, καὶ τὴν τοῦ ξύλου κόλασιν εἱρκτὴ διεδέχετο, κἀκείνην ψῆφος ποικίλας τοῖς ἀθληταῖς τὰς τιμωρίας μερίζουσα· τὸ μὲν γὰρ βρέφος θανάτῳ, τὸν δὲ μάρτυρα τῇ τῆς γλώττης ἐκτομῇ κατεδίκασε. Τίς τρόπον κρίσεως τοιοῦτον ἀκήκοε; μαστίζουσι δι κασταὶ