1

 2

 3

 4

 5

 6

1

In annuntiationem deiparae

Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου, καὶ κατὰ Ἀρείου δυσσεβοῦς.

62.763 Τῇ προτέρᾳ Κυριακῇ τὴν ὀρθόδοξον ταύτην Ἐκκλησίαν οὐράνιον χορείαν ἐκάλεσεν ὁ τῆς ἀκτίστου Τριάδος μύστης καὶ ἐξηγητὴς, ὁ μέγας Βασίλειος, ὁ θεοδίδακτος ῥήτωρ, ὁ τῆς ἀληθείας συνήγορος, ὁ γενναῖος τοῦ ψεύδους κατήγορος, ὁ τῆς Ἀρειανικῆς μανίας τὴν λύσσαν θριαμβεύσας, ὡς ἔπρεπεν, ὁ τῷ βίῳ πρὸ τῆς γλώσσης λαλῶν, καὶ τῷ λόγῳ μετὰ τῆς πολιτείας βοῶν, ὁ τῆς πόλεως ταύτης γνωριμώτατος κόσμος, ὁ τῆς Ἐκκλησίας ἀστὴρ, ὁ τοῖς ἐχθροῖς τῆς εὐσεβείας, ὥσπερ λύκοις, ὡς γενναῖος στρατιώτης παραταττόμενος, καὶ τῇ γλώττῃ, καθάπερ σφενδόνῃ, χρώμενος κατὰ τῶν ἀσεβῶν· ὁ τῆς ποίμνης ταύτης ἄγρυπνος φύλαξ, καὶ τῆς ἁγίας μάνδρας πάνσοφος τειχιστής.

Καὶ καθάπερ ἡ ἐπὶ τοῦ Νῶε περιστερὰ τὸν κλάδον τῆς ἐλαίας ἐπὶ τοῦ στόματος φυλάξας ἀειθαλῆ, καὶ τοῦτον ἔγκαρπον κομίσας ἡμῖν· οὕτω καὶ οὗτος ἐδάνεισε τῇ πρὸ ταύτης Κυριακῇ τὴν ἑαυτοῦ γλῶτταν τῷ πνεύματι, καὶ τοῖς θείοις αὐτοῦ ῥήμασι τὸν Ἄρειον κατετόξευσε, τὴν ἐκείνου βλασφημίαν τῆς τοῦ διαβόλου διδασκαλίας ὑπάρχουσαν. Ἔδειξεν ἐν τῷ μέσῳ τῶν προβάτων τὸν λύκον, ὡς ἀρνίον καλυπτόμενον τῷ κωδίῳ τοῦ Χριστιανισμοῦ· καὶ περιελὼν αὐτοῦ τὸ ἔνδυμα τῆς ὑποκρίσεως, ὡς λύκον ἅρπαγα τοῦτον ἐστηλίτευσε, καὶ τὸ νομιζόμενον πρόβατον εἶναι, τοῖς προφητικοῖς καὶ ἀποστολικοῖς λόγοις, ὡς λίθοις, χρησάμενος, τὸν θῆρα κατέλευσε. Καὶ καθάπερ 62.764 ∆αυῒδ τὸν Γολιὰθ καταβαλὼν, τὴν ἐκείνου μάχαιραν εὗρε χρησιμεύουσαν αὐτῷ πρὸς τὴν τοῦ πολεμίου σφαγήν· οὕτω καὶ τῆς ἡμετέρας παρατάξεως ὁ νέος ∆αυῒδ, τοῖς ὅπλοις τοῦ Ἀρείου τὸν Ἄρειον κατεκέντησεν. Ὑπέγραψε τῷ λόγῳ, πῶς ὁ Θεὸς καὶ Πατὴρ, ἄχρονος ἦν τοῦ Λόγου Πατήρ· πῶς συναΐδιος ὁ Υἱὸς τῷ Πατρί· πῶς ὁμοούσιος, οὐχ ἑτεροούσιος· πῶς συνεργὸς, ἀλλ' οὐχ ὑπουργός· πῶς ποιητὴς, ἀλλ' οὐχὶ ποίημα· πῶς ∆εσπότης, οὐ δοῦλος· πῶς ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως· πῶς Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πῶς ὁ Λόγος σὰρξ ἐγένετο μὴ τραπεὶς, σὰρξ ἐγένετο μὴ μεταβληθεὶς, σὰρξ ἐγένετο μὴ ἀλλοιωθεὶς, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, σκηνὴν ἀχώριστον τῆς ἑαυτοῦ θεότητος τὴν ἡμετέραν φύσιν κατασκευάσας αὐτὸς ἑαυτῷ. Οὕτως οὖν οὗτος ὁ κήρυξ τῆς ἀληθείας ἐκήρυξεν· αὐτὸν γὰρ εἶχε τὸν Χριστὸν δι' αὐτοῦ μὲν φθεγγόμενον· παρὰ δὲ τῶν Ἀρειανῶν βλασφημούμενον. Τούτου χάριν οὐρανόθεν μὲν αὐτὸν ἀοράτως εὐφήμουν οἱ ἄγγελοι, ὡς τὴν παρ' αὐτῶν προσκυνουμένην ὁμοούσιον Τριάδα καλῶς ἐπὶ τῆς γῆς ἀνυμνοῦντα, καὶ δοξολογεῖσθαι διδάσκοντα· ὑμεῖς δὲ κάτωθεν τοῖς δικαίοις κρότοις ἐπισκιρτῶντες ἠγάλλεσθε, καὶ τὸν μιμητὴν τῶν ἀποστόλων ἄξιον τῶν ἀποστόλων ἀνηγορεύσατε, ὡς τοῦ Πέτρου τὴν μακαρισθεῖσαν ὁμολογίαν τῇ γλώττῃ πηγά 62.765 ζοντα, ὡς τοῦ Παύλου τὸν ζῆλον τοῖς χείλεσιν ἐκπυρσεύοντα· καὶ μακαρίαν εἰκότως ἀπεκαλεῖτε τὴν Ἐκκλησίαν τοιοῦτον κεκτημένην κειμήλιον· καὶ γάρ ἐστι μακαρία ὄντως τοιοῦτον ἔχουσα θησαυρόν.

Ταῦτα μὲν οὖν κατ' ἐκείνην τὴν ἡμέραν γεγένηται. Ἐγὼ δὲ σήμερον ὑμῖν ὑπανοῖξαι βούλομαι τὰ προπύλαια τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἵνα κατοπτεύσητε, πῶς ὁ Θεὸς Λόγος ὁμοούσιος ὢν τῷ Πατρὶ, λαβὼν τὴν ἡμετέραν οὐσίαν, ὁμοούσιος γενέσθαι καὶ τοῖς δούλοις ἠθέλησε· πῶς ὁ ὑψηλὸς ἐπέκλινεν ἑαυτὸν οὐρανόθεν πρὸς τὴν ἡμετέραν ταπείνωσιν· πῶς ὁ πλούσιος τὴν πτωχὴν ἡμῶν ἀπαρχὴν περιέθετο· πῶς ὁ ἀπροσδεὴς ἔλαβεν ὅπερ ἔπλασεν, οὐ