1

 2

 3

 4

1

In annuntiationem sanctissimae deiparae

Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου.

60.755 Βασιλικῶν μυστηρίων ἑορτὴν ἑορτάσωμεν σήμερον· ἡ σύμπασα κτίσις

ἀγάλλεται συναχθεῖσα. Οὐρανὸς δὲ ἀστέρων ἐχειραγώγει τοὺς εἰς τὴν πανήγυριν σπεύδοντας· γῆ διὰ τῶν ποιμένων εἰς τὴν προσκύνησιν ἔτρεχεν· Ἡσαΐας γοργῷ προφητείας τῷ βήματι ἐβάδιζεν, ἵνα ὑποδείξῃ τῇ πανηγύρει τὴν παρθένον· Ἱερεμίας παραιτούμενος, ἀλλ' αὐτὸν τὸν ∆εσπότην ὑποδεικνύων αὐτῆς τῆς πανηγύρεως λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν. Ζαχαρίας χαρὰν φέρων τοῖς πανηγυρισταῖς κατέτρεχε, ∆εσποτικῆς παρουσίας ἐμφανίζων τὸ πρόσταγμα· Χαῖρε, λέγων, θύγατερ Σιών· ἰδοὺ γὰρ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Μαρία καὶ Ἰωσὴφ, ἐν τῇ φάτνῃ προθήκῃ πολυτίμητον μαργαρίτην προέθηκαν· οἱ μάγοι ἰδόντες καὶ θαμβηθέντες ἐπὶ τῷ κάλλει τῆς φύσεως, τοῦτον τῷ Ἡρώδῃ ὡς ἄξιον βασιλέα ἐμήνυσαν.

Ὁ δὲ ἀκούσας, καὶ δόλῳ κρύψας θανατηφόρον προσκύνησιν, τοῦ ἰδεῖν τὸν μαργαρίτην ἐσπούδασεν· ἀλλ' ἐπειδὴ ἀνάξιος ἦν, τοῦ ποθουμένου ἀπέτυχε· κἀκεῖνος ὡς ἐμπαιχθεὶς, ἐσ 60.756 κέπτετο τί πράξει. Ἄγγελοι δὲ ἀσωμάτων φύσεων ἐν τῇ πανηγύρει χορεύοντες ἔλεγον· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Ὢ τοῦ ξένου καὶ παραδόξου θαύματος· πᾶσαν γλῶτταν νικᾷ τῆς ἑορτῆς ἡ ὑπόθεσις τοῦ εἰπεῖν τὰ τῆς Μαρίας ἐγκώμια, πρὸς ἣν ἀποσταλεὶς ὁ ἄγγελος ἐβόα· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἡ δὲ διαναστᾶσα, πλαγίῳ τῷ ὀφθαλμῷ τὸν λέγοντα ἐπεσκόπευσε· καὶ ἐπὶ μὲν τῇ θέᾳ τῆς ὄψεως ἐξενίζετο, τοὺς δὲ λόγους ἐν τῇ ἑαυτῆς διανοίᾳ ἐστάθμιζε, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος, λέγουσα· Ὦ ξένε, ξένῃ φωνῇ ξενίζεις φθεγγόμενος. Ἢ ἀγνοεῖς τὴν τῶν προσαγορευόντων συνήθειαν, ἢ δοκιμάζεις με, εἰ εὐάλωτος τυγχάνω; Τὸ μὲν, Χαῖρε, πάντων τῶν προσαγορευόντων κοινόν· τὸ δὲ Κεχαριτωμένη, ξένον, μάλιστα ταῖς ἐπαγγελλομέναις θεοσέβειαν ἐν σεμνότητι βίου. Ὅθεν αὐστηρῷ τῷ προσώπῳ καὶ ὀργίλῳ τῷ βλέμματι ἐπαπειλησαμένη, ἐδίωξε τὸν εἰπόντα· Ἄπιθι, ἄπιθι, ἄνθρωπε, ἐκ προθύρων ἐμῶν· ἐκ προοιμίων ἐλήλυθας· οὐκ ἀρέσκεις μοι νομίζων. Συλαγωγῆσαί με θέλεις, ὡς Εὔαν τὴν ἐκ γένους μητέρα· οὐ νικήσεις κάλλος ἐμῆς ὄψεως, οὐ συνείδησιν, ἣν ἔχω πρὸς πένητα μνηστῆρα 60.757 ἐμόν. Πρὸ τοῦ ἐλθεῖν ὁ γέρων, τοῦ οἴκου μου ἀπόδραθι· κατάλιπε τὰ ἐνταῦθα, μὴ αἰτιάσηταί σε ὁ πρεσβύτης· ζηλότυπος γάρ ἐστιν. Ἀναχωρεῖν συμφέρει σοι· ἐὰν γὰρ ἴδῃ σε λαλοῦντα, καὶ ἐπαγγελλόμενόν μοι τὰ τοιαῦτα, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἀχώρητα, καὶ σεαυτῷ προξενήσεις θλῖψιν, καὶ ἐμοὶ πένθος καὶ δάκρυα. Ὁ δὲ τὸ, Χαῖρε, κεχαριτωμένη, ἀπαραιτήτως ἐφθέγγετο. Θεωρήσασα δὲ ἡ παρθένος τὴν ἐπιμονὴν τοῦ παρόντος, παρεφήπλωσε τὴν ἀκοὴν, ἀκριβέστερον βουλομένη μαθεῖν τοῦ εἰπόντος τὴν σπουδὴν, καὶ τὸ, Χαῖρε, κεχαριτωμένη, ἀκούσασα, μετὰ ταῦτα ἐξεδέχετο. Ὁ δὲ ἐπάγει, Ὁ Κύριος μετὰ σοῦ. Μόνον δὲ ἤκουσεν ἡ παρθένος τὸ, Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐσώτερον ἐκάλει τὸ τάχος τὸν εἰπόντα. Τὸν Κύριον, φησὶν, ἐνήνοχας μετὰ σεαυτοῦ, ἐσώτερον εἴσελθε, καὶ δι' ὃ παραγέγονας, τὸ τάχος διήγησαι. Καὶ ὁ ἄγγελος· Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· οὗτος ἔσται μέγας, Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, ἐξουσιαστὴς, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἡ παρθένος· Οὔπω οἱ γάμοι, οὔπω ὁ νυμφών· καὶ ἤδη ὁ τοκετός; Οὐκ ἔχεις, τί πράξεις. Εἰ χρῄζεις τινὸς ὡς ξένος, λαβὼν πορεύου, καὶ μὴ ἀκαίρως ὃ οὐκ οἶδας προφήτευε. Ὅμως εἰ καὶ συλλήψομαι υἱὸν, πάντως ἐκ τοῦ Ἰωσήφ. Καὶ ὁ ἄγγελος, Μὴ ἀπατῶ· Οὗτος ἔσται