1
In assumptionem domini
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ. Θεία τις, ὡς ἔοικεν, ἡ παροῦσα πανήγυρις τὴν τοῦ ∆εσπότου κατὰ τοῦ θανάτου νίκην ἀνακηρύττουσα· καὶ πρὸς αὐτὴν ἥκομεν τὴν πασῶν κορωνίδα τῶν ἑορτῶν. Νῦν γὰρ τέλος εἴληφε πάσης τῆς οἰκονομίας ἡμῖν τὸ κατόρθωμα· καὶ τῆς τῶν ἐπινικίων ἑορτῆς ὁ παρὼν καιρὸς ἥκει φέρων τὰ σύμβολα. Νυνὶ γὰρ εἰς οὐρανὸν ἀνήγαγεν ὁ ∆εσπότης «τῶν ἡμετέρων σωμάτων τὴν ἀπαρχήν». Ἐπάνοδον τοίνυν δεσποτικὴν ἑορτάζομεν, καθ' ἣν πρὸς τὰ οὐράνια τὴν ἡμετέραν φύσιν μετέστησεν. Ἀνέστησε μὲν γὰρ τὸν ἑαυτοῦ ναὸν ὁ ἐνοικήσας Θεὸς καὶ συνήγαγεν ἑαυτῷ τὸ οἰκεῖον ἔνδυμα ὁ τὸ αἰθέριον πέλαγος περαιωσάμενος, τῇ μὲν θείᾳ φύσει διηνεκῶς τὰ πάντα πληρῶν, τῇ δὲ κατὰ σάρκα οἰκονομίᾳ πρότερον μὲν ὑπὸ γῆν ἐλθὼν, ὕστερον δὲ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην τῷ οἰκείῳ σώματι τὸ οὐράνιον ἀποπληρώσας οἰκητήριον. «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Τίς τῆς τοσαύτης οἰκονομίας ἐξηγήσασθαι δυνηθείη λόγος τὸ μέγεθος; τίς τῆς ἀῤῥήτου φιλοτιμίας τοῦ ∆εσπότου διὰ γλώσσης ἀνακηρύξει τὸν ἄπειρον πλοῦτον;
Ὃν γὰρ ἐξέβαλε τῆς ἐν παραδείσῳ διαίτης ἡ ἁμαρτία, τοῦτον εἰς οὐρανὸν ἀνήγαγεν ἡ θεία χάρις. Ἐβόων οἱ τοῦ θανάτου πυλωροὶ τὴν ξένην κάθοδον τοῦ παραδόξως αὐτοῖς ἐπιφοιτήσαντος θεώμενοι· «Τίς οὗτος ὁ βασιλεὺς τῆς δόξης»; Ταύτην ἀφῆκαν τὴν φωνὴν καὶ αἱ δυνάμεις αἱ ὑπερουράνιοι, τὸ ξένον θέαμα καταπλαγέντες τοῦ μετὰ σώματος ἀνεληλυθότος. «Ἄρατε, γάρ φησι, πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Ἀνήγαγε γὰρ τὴν ἀνθρωπείαν φύσιν ὁ τὸ ἡμῖν ὁμογενὲς ἑαυτῷ συμμεταστήσας. Παράδοξος ἡ ἄνοδος τοῦ ἀνθρωπίνως πεφηνότος· θεία γὰρ καὶ ἡ κάθοδος τοῦ παρὰ φύσιν ἐκ παρθένου ἀποτεχθέντος. Ἄνθρωπος τὸ ὁρώμενον, ἀλλὰ Θεὸς τὸ νοούμενον. παρακάλυμμα πεποίηται τὴν ἡμετέραν φύσιν τῆς ἀθεάτου θεότητος· «Θεὸν, γάρ φησιν, οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο»· Ἧκεν ἡμῖν ὁ τῆς τοῦ Πατρὸς φύσεως ἀπαράλλακτον φέρων τὴν εἰκόνα· πέφηνεν ὁ τῆς πατρικῆς ὑποστάσεως χαρακτηρίζων τὴν ἀπερίγραφον θεότητα. Μορφὴ γὰρ ἦν ἐμφερὴς τοῦ γεννήσαντος· «Ὁ ἐν μορφῇ, γάρ φησι, Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν.» Οὐ διαψεύδεται τὴν ἡμετέραν φύσιν ἡ τοῦ δούλου μορφή. Ἐπαληθεύει τοίνυν καὶ τὴν πρὸς τὸν πατέρα ὁμοιότητα ἡ θεότης τοῦ γνησίου γεννήματος. Οὗτος τοίνυν τῇ ἡμετέρᾳ φύσει διὰ τῆς οἰκείας ἐνανθρωπήσεως τὴν σωτηρίαν πραγματευσάμενος νῦν πεπλήρωκεν τὸν τῆς οἰκονομίας σκοπόν· νῦν τῆς εἰς ἡμᾶς εὐεργεσίας εἴληφε τὸ κατόρθωμα καὶ τῇ θεότητι συνανείληφε τὸ συγγενὲς τῇ ἡμετέρᾳ φύσει ὁ τῷ σωματικῷ νέφει καλυπτόμενος καὶ παραπετάσματι τῆς οἰκείας θεότητος τὸ ἀνθρώπινον ἔνδυμα περιθέμενος· νῦν ὁ ἐπίγειος ὀφθεὶς οὐράνιος αὖθις γεγένηται οὐκ ἐν τόπῳ περιγραφόμενος κατὰ τὸ ἀπέραντον τῆς θεότητος, ἀλλὰ τῇ μὲν θείᾳ φύσει τὰ πάντα πληρῶν, ἄνθρωπος δὲ πεφηνὼς οἰκονομικῶς. «Ἐν σχήματι, γάρ φησιν, εὑρεθεὶς ὡς ἄνθρωπος» ἐκάλυπτε τὴν θεότητα ἀνθρωπίνῃ περιβολῇ.
Ταύτην τοίνυν ἀνήγαγεν εἰς οὐρανοὺς ὁ σύμπασαν τὴν δημιουργίαν παρὰ φύσιν ὑποστησάμενος. Οὐκ ἔχω τῆς πρὸ αἰώνων γεννήσεως αὐτοῦ διηγήσασθαι τὸν τρόπον· οὐκ ἐφικνεῖταί μοι ἡ γλῶσσα οὐδὲ τῆς ἐκ παρθένου προόδου ἑρμηνεῦσαι τὸν