1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

In catenas sancti Petri

Λόγος εἰς τὴν προσκύνησιν τῆς τιμίας ἁλύσεως τοῦ ἁγίου καὶ κορυφαίου τῶν ἀποστόλων Πέτρου.

1 Ὅσοι τῷ τοῦ κορυφαίου τῶν ἀποστόλων θείῳ ἔρωτι γενόμενοι κάτοχοι,

πανηγυρίζειν αὐτῷ προτεθύμηστε· ὅσοι τοῖς αὐτοῦ πνευματικοῖς ζωγρηθέντες δικτύοις τῷ τῆς ἐκείνου θεολογίας φωτὶ κατελάμφθητε, κοινὴν πανήγυριν συστησάμενοι σήμερον, πρὸς τὴν αὐτὴν εὐφημίαν τὴν γλῶτταν ἰθύνωμεν.

2 ∆ιὰ πολλὰς μὲν ἄν τις τὰς αἰτίας εἰς ἑορτῆς ὑπόθεσιν, τὴν ἐκείνου μνήμην εὕροι ἀξίαν πρὸς ἔπαινον, οὐχ ἥκιστα δὲ κἂν διὰ τὸ ἀποστολικὸν ἀξίωμα καὶ τὸν τοῦ κηρύγματος δρόμον καὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν, καὶ τὴν ἐν τοῖς ἔθνεσιν ἐκ διασπορᾶς τῶν Ἰουδαίων δι' ἐπιστολῶν νουθεσίαν τε καὶ παραίνεσιν, ὧν πλέον ἦν αὐτῷ μέριμνα καὶ φροντὶς ὡς ἐξ ἐκείνων καὶ φύντι καὶ γενομένῳ· ἃ πάντα εἰς ἀφορμὴν ἐπαίνων κρινόμενά τε καὶ λαμβανόμενα ἀνυψώσει πάντως τὸν εὐφημούμενον, καὶ πρὸς αὐτὸ τὸ ἄκρον ἀναβιβάσει τῆς εὐφημίας, ὅσιον γὰρ ὁμοῦ καὶ δίκαιον, καὶ διὰ τὸ ἐκ τοῦ νομικοῦ γράμματος τὸν ἐπὶ σωτηρίᾳ ἡμῶν ἐληλυθότα, ἐνοπτρίζεσθαι ταῖς πρεπούσαις τιμαῖς μεγαλύνεσθαι τὸν ἀπόστολον· οὐχ ἧττον δὲ καὶ διὰ τὴν ἐπ' ἐσχάτων τῶν χρόνων ὀφθεῖσαν αὐτῷ θεοφάνειαν αὐτοῦ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἀμέσως αὐτῷ προσομιλήσαντος καὶ τῆς οἰκείας σαρκώσεως αὐτόπτην καὶ μύ στην ποιησαμένου.

Ἐφ' ᾧ καὶ τὴν ἑαυτοῦ ἐκκλησίαν οἰκοδομῆσαι εἰς ἆθλον τῆς θεοπρεποῦς ἀναῤῥήσεως προϋπέφηνε, καὶ τὰς τῶν οὐρανῶν κλεῖς ἀῤῥαβῶνα τῆς περὶ αὐτὸν ὑπέσχετο πίστεως, καὶ τῶν ὑπ' αὐτοῦ δεδεμένων καὶ λελυμένων ἐπὶ τῆς γῆς ἐν οὐρανοῖς ψηφίζεσθαι τὴν περαίωσιν. Ναὶ μὴν καὶ ὡς εὐπειθῶς κεκληκότος τοῦ ἀδελφοῦ καθυπακούσαντα, καὶ ὡς τῷ Χριστῷ σὺν αὐτῇ κλήσει προσεληλυθότα, καὶ τὴν Κηφᾶ προσηγορίαν ὥςπερ τι σημεῖον καὶ σφραγίδα τῆς εἰς αὐτὸν κομισάμενον πίστεως καὶ ὡς αὐτόθεν ὅλον ἀνακραθέντα τῷ διδασκάλῳ καὶ οἷον ἐκτυρωθέντα, καὶ διὰ τοῦτο τὸ θερμὸν ὡς οὐκ ἄλλος τις τῶν ἀποστόλων ἐν πολλοῖς πολλάκις ἐπιδειξάμενον.

3 Ταῦτα εἰ καὶ πολλῷ τῷ μεγέθει τὰς ἀνθρωπίνας ὑπερνικᾷ διανοίας, καὶ μείζω τῆς τῶν λόγων δυνάμεως καταφαίνεται, οὐ πάντως πρὸς τὸ πάντη ἀνέφικτον χωρήσει καὶ ἄπορον. Συγκαταβήσεται γὰρ καὶ μέχρι τῆς ἡμετέρας ἐσχατιᾶς ὁ πάντων ἀποστόλων ὑπέρτερος, οὐ μόνον διὰ τὸ συμπαθὲς ᾧ πρὸ παντὸς ἄλλου χρώμενος τοῖς ὁμοφυέσιν ἡμῖν μεταδίδωσιν, ἀλλὰ καὶ διὰ τὸ πρὸς τὸν διδάσκαλον μιμητικὸν, ὃς καὶ μέχρι τῆς τοῦ δούλου μορφῆς συγκαταβὰς, τὸ μετριοφρονεῖν καὶ συνταπεινοῦσθαι τοῖς ταπεινοῖς τοὺς ἑαυτοῦ μαθητὰς ἐξεπαίδευσε.

4 Φαιδρὰ μὲν γὰρ καὶ ἡ τῆς τελειώσεως αὐτοῦ ἑορτὴ καὶ πολλῷ φωτὶ καταλαμπομένη τοῦ πνεύματος· σταυρὸν προςπηγνύμενος, ἀνάβασις πρὸς αὐτὸν πρόθυμος, χεῖρες ἐκτάδην προσεφαπλούμεναι καὶ τὸ δεσποτικὸν πάθος ἀπεικονίζουσαι, σχῆμα σταυρώσεως οὐκ ὄρθιον ἀλλ' ἀντίστροφον, εὐλαβείας τῆς πρὸς τὸν διδάσκαλον αἴνιγμα· ἀεὶ τοῦ κορυφαίου δι' αἰδοῦς τὰ πρωτεῖα τούτῳ παραχωροῦντος καὶ τὸ αὐτοῦ ταπεινὸν πρὸς τὸ ἐκείνου ὕψος ἀντιπαρατιθέντος, καὶ διὰ τοῦτο τὰ ἔσχατα καὶ ὑποδεῆ αἰρουμένου τε καὶ προκρίνοντος.

Ἐνδέουσα δὲ οὐδὲν τῆς τοιαύτης φαιδρότητος καὶ ἡ σήμερον ἐπιστᾶσα πανήγυρις [φ. 157 ῃο] καὶ τῶν ἐν τέλει τὰς αἰτίας προϋποφαίνουσα καὶ τῆς ἐπὶ σταυροῦ ὑψώσεως, οὐχ ἧττον τὰ παθήματα διαγγέλλουσα, δι' ἃ καὶ ὁ σταυρὸς ἡδίων ἦν αὐτῷ μᾶλλον καὶ πάντων ἐρασμιώτερος· ἁλύσεων γὰρ αὐτοῦ τῶν τιμίων