1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

1

In epistulam ad Philemonem (homiliae 13)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ

ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ.

62.701 ΥΠΟΘΕΣΙΣ. Πρῶτον ἀναγκαῖον τὴν ὑπόθεσιν εἰπεῖν τῆς ἐπιστολῆς, εἶτα καὶ τὰ

ζητούμενα. Τίς οὖν ἡ ὑπόθεσις; Φιλήμων ἀνήρ τις τῶν θαυμαστῶν καὶ γενναίων (ὅτι γὰρ θαυμαστὸς ἦν, δῆλον ἀπὸ τοῦ καὶ τὴν οἰκίαν αὐτοῦ πᾶσαν εἶναι πιστὴν, καὶ οὕτω πιστὴν, ὡς καὶ Ἐκκλησίαν αὐτὴν ὀνομάζεσθαι. ∆ιὰ τοῦτο καὶ γράφων ἔλεγε· Καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Μαρτυρεῖ δὲ αὐτῷ καὶ πολλὴν ὑπακοὴν, καὶ ὅτι σπλάγχνα τῶν ἁγίων ἀνεπέπαυτο εἰς αὐτόν. Καὶ αὐτὸς δὲ γράφων ἐν ταύτῃ τῇ ἐπιστολῇ παρήγγελλεν αὐτῷ ἑτοιμάσαι ξενίαν. Οὕτω μοι δοκεῖ καταγώγιον εἶναι ἁγίων ἡ οἰκία ἡ ἐκείνου πάντων ἕνεκεν).

Οὗτος δὴ οὖν ὁ θαυμαστὸς ἀνὴρ παῖδά τινα εἶχεν Ὀνήσιμον. Ὁ τοίνυν Ὀνήσιμος οὗτος κλέψαςτι παρὰ τοῦ δεσπότου, ἐδραπέτευσεν· ὅτι γὰρ ἔκλεψεν, ἄκουσον τί φησιν· Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐγὼ ἀποτίσω. Ἐλθὼν τοίνυν πρὸς τὸν Παῦλον εἰς τὴν Ῥώμην, καὶ εὑρὼν αὐτὸν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἀπολαύσας τῆς παρ' αὐτοῦ διδασκαλίας, καὶ τοῦ βαπτίσματος ἔτυχεν ἐκεῖ. Ὅτι γὰρ ἐκεῖ ἔτυχε τῆς τοῦ βαπτίσματος δωρεᾶς, δῆλον ἐκ τοῦ εἰπεῖν· Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ὁ τοίνυν Παῦλος γράφει συνιστῶν αὐτὸν πρὸς τὸν δεσπότην, ὥστε πάντων ἕνεκεν λύσιν γενέσθαι, καὶ 62.702 προσίεσθαι αὐτὸν ὡς ἀναγεννηθέντα νῦν. Ἀλλ' ἐπειδή τινές φασι, περιττὸν εἶναι τὸ καὶ ταύτην προσκεῖσθαι τὴν ἐπιστολὴν, εἴ γε ὑπὲρ πράγματος μικροῦ ἠξίωσεν, ὑπὲρ ἑνὸς ἀνδρὸς, μαθέτωσαν ὅσοι ταῦτα ἐγκαλοῦσιν, ὅτι μυρίων εἰσὶν ἐγκλημάτων ἄξιοι. Οὐ μόνον γὰρ τὰς οὕτω μικρὰς ἐπιστολὰς, καὶ ὑπὲρ οὕτω πραγμάτων ἀναγκαίων ἐπεσταλμένας ἔδει ἐγγεγράφθαι· ἀλλ' εἴθε γὰρ ἐνῆν εὐπορῆσαι τοῦ τὴν ἱστορίαν ἡμῖν παραδιδόντος τῶν ἀποστόλων, οὐ λέγω ὑπὲρ ὧν ἔγραψαν καὶ διελέχθησαν, ἀλλὰ καὶ τὴν ἄλλην αὐτῶν ἀναστροφὴν, καὶ τί ἔφαγον καὶ πότε ἔφαγον, πότε ἐκάθισαν καὶ ποῦ ἐβάδισαν, καὶ τί καθ' ἑκάστην ἡμέραν διεπράξαντο, ἐν ποίοις μέρεσι γεγόνασι, καὶ εἰς ποίαν οἰκίαν εἰσῆλθον, καὶ ποῦ κατήχθησαν, καὶ μετὰ ἀκριβείας ἅπαντα διηγήσασθαι· οὕτω πάντα τὰ παρ' αὐτῶν γενόμενα πολλῆς ὠφελείας γέμει.

Ἀλλ' ἐπειδὴ μὴ ἴσασιν οἱ πλείους τὸ κέρδος τὸ ἐντεῦθεν, διὰ τοῦτο μέμφεσθαι ἐπιχειροῦσιν. Εἰ γὰρ τόπους ὁρῶντες μόνον, ἔνθα ἐκάθισαν ἢ ἐδέθησαν, τόπους ἀψύχους, πολλάκις 62.703 ἐκεῖ παραπέμπομεν τὴν διάνοιαν, καὶ φανταζόμεθα αὐτῶν τὴν ἀρετὴν, καὶ διανιστάμεθα καὶ προθυμότεροι γινόμεθα· εἰ τὰ ῥήματα καὶ τὰς ἑτέρας αὐτῶν πράξεις ἠκούσαμεν, πολλῷ μᾶλλον. Ἀλλὰ περὶ μὲν φίλου τις ἐρωτᾷ, ποῦ διάγει, τί πράττει, ποῦ πρόεισι· περὶ δὲ τῶν κοινῶν τῆς οἰκουμένης διδασκάλων οὐκ ἔδει ταῦτα μαθεῖν, εἰπέ μοι; Ὅταν γάρ τις πνευματικῶς ζῇ, καὶ σχήματα καὶ βαδίσματα, καὶ ῥήματα καὶ πράγματα τοῦ τοιούτου, καὶ πάντα ἁπλῶς τοὺς ἀκούοντας ὠφελεῖ, καὶ οὐδὲν ἐμποδίζει οὐδὲ κώλυμα γίνεται. Πλὴν ὅτι περὶ ἀναγκαίων ἡ ἐπιστολὴ διεπέμπετο, μαθεῖν ὑμᾶς χρήσιμον. Ὅρα τοίνυν, πόσα κατορθοῦται ἐντεῦθεν. Ἓν μὲν καὶ πρῶτον, τὸ σπουδαῖόν τινα εἶναι περὶ πάντα. Εἰ γὰρ Παῦλος ὑπὲρ δραπέτου, ὑπὲρ λῃστοῦ καὶ κλέπτου τοσαύτην ποιεῖται πρόνοιαν, καὶ οὐ παραιτεῖται μετὰ τοσούτων αὐτὸν ἐγκωμίων παραπέμψαι, οὐδὲ αἰσχύνεται, πολλῷ μᾶλλον οὐδὲ ἡμᾶς προσήκει ῥᾳθύμους εἶναι περὶ τὰ τοιαῦτα.