1
In epistulam i ad Corinthios (homiliae 1-44)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ
ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ.
61.9 Ἡ Κόρινθός ἐστι μὲν νῦν πόλις τῆς Ἑλλάδος ἡ πρώτη, πολλοῖς δὲ τὸ παλαιὸν
πλεονεκτήμασι βιωτικοῖς ἐκόμα, καὶ πρὸ τῶν ἄλλων πάντων τῇ τῶν χρημάτων περιουσίᾳ· διὸ καί τις τῶν ἔξωθεν συγγραφέων ἀφνειὸν ἐκάλει τὸ χωρίον. Ἐν γὰρ τῷ 61.10 Ἰσθμῷ κεῖται τῆς Πελοποννήσου, καὶ πολλὴν εἶχεν ἐμπορίας ὑπόθεσιν. Ἦν δὲ καὶ ῥητόρων πολλῶν ἔμπλεως ἡ πόλις καὶ φιλοσόφων· καί τις τῶν ἑπτὰ καλουμένων σοφῶν ἀπὸ τῆς πόλεως ταύτης ἦν. Ταῦτα δὲ ἡμῖν οὐ φιλοτιμίας ἕνεκεν εἴρηται, οὐδὲ πρὸς 61.11 ἐπίδειξιν πολυμαθείας· (τί γὰρ δὴ καὶ ἔστι τὸ ταῦτα εἰδέναι;) ἀλλὰ πρὸς τὴν ὑπόθεσιν ἡμῖν συντελεῖ τῆς Ἐπιστολῆς. Πολλὰ δὲ καὶ αὐτὸς ἔπαθεν ὁ Παῦλος ἐν ταύτῃ τῇ πόλει, καὶ ὁ Χριστὸς δὲ ἐν ταύτῃ αὐτῷ φανείς φησι· Μὴ σιγήσῃς, ἀλλὰ λάλει· διότι λαός μοι πολύς ἐστιν ἐν τῇ πόλει ταύτῃ. Καὶ ἔμεινεν ἐκεῖ δύο ἔτη. Ἐν ταύτῃ καὶ ὁ δαίμων ἐξῆλθεν, ὃν οἱ Ἰουδαῖοι ἐφορκίζοντες, τὰ ἀνήκεστα ἔπαθον παρ' αὐτοῦ· ἐν ταύτῃ τὰς βίβλους συναγαγόντες τῶν γοήτων οἱ μετανοήσαντες κατέκαυσαν, καὶ ὤφθησαν μυριάδες πέντε· ἐν ταύτῃ καὶ ἐπὶ Γαλλίωνος τοῦ ἀνθυπάτου ἐπὶ τοῦ βήματος ὁ Παῦλος ἐτύπτετο. Ὁρῶν τοίνυν ὁ διάβολος πόλιν μεγάλην καὶ πολυάνθρωπον τῆς ἀληθείας ἐπειλημμένην, καὶ πλούτου καὶ σοφίας ἕνεκεν θαυμαστὴν οὖσαν, καὶ τῆς Ἑλλάδος τὸ κεφάλαιον (τὰ γὰρ Ἀθηναίων καὶ Λακεδαιμονίων ἀθλίως διέκειτο λοιπὸν, τῆς ἀρχῆς πάλαι μεταπεσούσης), καὶ θεασάμενος, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ἐδέξαντο τὸν τοῦ Θεοῦ λόγον, τί ποιεῖ; ∆ιαιρεῖ τοὺς ἀνθρώπους· ᾔδει γὰρ, ὅτι καὶ βασιλεία ἡ πασῶν ἰσχυροτέρα ἐφ' ἑαυτὴν μερισθεῖσα, οὐ σταθήσεται. Εἶχε δὲ ἀφορμὴν πρὸς τὴν ἐπιβουλὴν ταύτην τὸν πλοῦτον καὶ τὴν σοφίαν τῶν οἰκούντων. Ἐντεῦθεν συμμορίας ποιησάμενοι καθ' ἑαυτοὺς καὶ αὐτοχειροτόνητοι γενόμενοί τινες, προειστήκεσαν τοῦ πλήθους, καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἑαυτοὺς προσένεμον, τοῖς μὲν ὡς πλουσίοις, τοῖς δὲ ὡς σοφοῖς καὶ πλέον τι δυναμένοις διδάσκειν· οἳ δὴ καὶ παραλαβόντες αὐτοὺς, ἐφιλοτιμοῦντο πλέον τι τοῦ Ἀποστόλου δῆθεν λέγειν· ὅπερ οὖν καὶ αἰνιττόμενος ἔλεγεν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς. ∆ηλονότι οὐ παρὰ τὴν οἰκείαν ἀπορίαν, ἀλλὰ παρὰ τὴν ἐκείνων ἀσθένειαν τὸ μὴ πολλὰ ἀκοῦσαι γέγονε· καὶ τὸ, Χωρὶς ἡμῶν ἐπλουτήσατε, τοῦτό ἐστιν ἐνδεικνυμένου. Καὶ ἦν τοῦτο οὐ μικρὸν, ἀλλὰ πάντων ὀλεθριώτερον, τὸ διεσπάσθαι τὴν Ἐκκλησίαν. Καὶ ἕτερον δὲ μετὰ τούτων ἁμάρτημα ἐτολμᾶτο αὐτόθι, τὸ μητρυιᾷ τινα συγγενόμενον μὴ μόνον μὴ ἐπιπλήττεσθαι, ἀλλὰ καὶ ὀχλαγωγεῖν, καὶ τοῖς μετ' αὐτοῦ παρέχειν μέγα φρονεῖν· διό φησι· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Καὶ μετὰ τοῦτο πάλιν τινὲς τῶν δῆθεν τελειοτέρων, καὶ ὑπὸ γαστριμαργίας τῶν εἰδωλοθύτων ἀπογευόμενοι, καὶ ἐν τοῖς ἱεροῖς κατακλινόμενοι, τὰ πάντα ἐλυμαίνοντο. Ἄλλοι πάλιν μάχας ἔχοντες καὶ φιλονεικίας ὑπὲρ χρημάτων, τοῖς ἔξωθεν δικαστηρίοις τὰ καθ' ἑαυτοὺς ἐπέτρεπον ἅπαντα. Καὶ κομῆται δὲ πολλοὶ παρ' αὐτοῖς περιῄεσαν, οὓς καὶ ἀποκείρασθαι κελεύει. Ἦν τι καὶ ἕτερον πλημμέλημα οὐ μικρὸν, τὸ καθ' ἑαυτοὺς ἐσθίειν ἐν ταῖς 61.12 ἐκκλησίαις, καὶ μὴ μεταδιδόναι τοῖς δεομένοις. Μετὰ δὲ τοῦτο καὶ ἕτερον ἐπλημμέλουν, ἐπὶ τοῖς χαρίσμασι μέγα φρονοῦντες, καὶ πρὸς ἀλλήλους ἐντεῦθεν ζηλοτύπως ἔχοντες, ὅπερ καὶ αὐτὸ μάλιστα διέσπα τὴν Ἐκκλησίαν. Καὶ ὁ περὶ τῆς ἀναστάσεως δὲ λόγος ἐχώλευε παρ' αὐτοῖς· ἔνιοι γὰρ αὐτῶν οὐ σφόδρα