1
In epistulam ii ad Corinthios (homiliae 1-30)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ∆ΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ.
ΟΜΙΛΙΑ Αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε λήματος Θεοῦ, καὶ Τιμόθεος ὁ
ἀδελφὸς, τῇ Ἐκ κλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χά ρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυ ρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πα τὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλή 61.382 σεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς πα ρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. αʹ. Ἄξιον ζητῆσαι πρότερον, τίνος ἕνεκεν δευτέραν προστίθησιν Ἐπιστολὴν τῇ προτέρᾳ, καὶ τί δήποτε οὕτως ἄρχεται ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ καὶ τῆς 61.383 παρακλήσεως. Τίνος οὖν ἕνεκεν δευτέραν προστίθησιν; Εἰπὼν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, ὅτι Ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, καὶ πρὸς τῷ τέλει πάλιν προσηνέστερον αὐτὸ τοῦτο ὑποσχόμενος· Ἐλεύσομαι γὰρ, φησὶ, πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω· πολλοῦ μεταξὺ γενομένου χρόνου οὐ παρεγένετο, ἀλλὰ καὶ τῆς προθεσμίας παρελθούσης, ἔμελλεν ἔτι καὶ ἐβράδυνε, τοῦ Πνεύματος αὐτὸν κατέχοντος ἐν ἑτέροις πολλῷ τούτων ἀναγκαιοτέροις. ∆ιὰ τοῦτο ἐπιστολῆς ἐδεήθη δευτέρας, οὐκ ἂν δεηθεὶς εἰ παρὰ μικρὸν ὑστέρησεν. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι καὶ βελτίους ἦσαν ἀπὸ τῆς προτέρας γεγενημένοι. Καὶ γὰρ τὸν πεπορνευκότα, ὃν πρότερον συνεκρότουν, καὶ ἐφ' ᾧ μέγα ἐφρόνουν, τοῦτον ἐξέκοψαν καὶ ἀφώρισαν παντελῶς. Καὶ τοῦτο ἐδήλωσεν εἰπών· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Καὶ προϊὼν πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων· Ἰδοὺ γὰρ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Καὶ τὴν εὐλογίαν δὲ, ἣν ἐκέλευσε, μετὰ πολλῆς συνήγαγον τῆς σπουδῆς· διὸ καὶ ἔλεγεν· Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀποπέρυσι. Καὶ τὸν Τίτον, ὃν ἔπεμψε, μετὰ πάσης ἐδέξαντο τῆς εὐνοίας. Καὶ τοῦτο αὐτὸ δεικνὺς πάλιν ἔλεγεν, ὅτι Τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοὴν, ὥστε μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. ∆ιὰ ταῦτα πάντα γράφει τὴν δευτέραν Ἐπιστολήν. Καὶ γὰρ ἐχρῆν, ὥσπερ ἡνίκα ἡμάρτανον ἐνεκάλει, οὕτω διορθωθέντας ἀποδέξασθαι καὶ ἐπαινέσαι. ∆ιόπερ οὐδὲ καταφορικωτέρα ἐστὶ πᾶσα ἡ Ἐπιστολὴ, ἀλλ' ὀλίγα τοῦ τέλους αὐτῆς μέρη. Καὶ γὰρ ἦσαν καὶ παρ' αὐτοῖς ἐξ Ἰουδαίων μέγα φρονοῦντες, καὶ Παῦλον διαβάλλοντες ὡς ἀλαζόνα καὶ οὐδενὸς ἄξιον λόγου· διὸ καὶ ἔλεγον· Αἱ μὲν ἐπιστολαὶ βαρεῖαι, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Ὃ δὲ ἔλεγον τοῦτο ἦν· Ὅταν μὲν παρῇ, φησὶν, οὐδενὸς ἄξιος φαίνεται· τοῦτο γάρ ἐστιν, Ἡ παρουσία τοῦ σώματος ἀσθενής· ἀπελθὼν δὲ κομπάζει μεγάλα, δι' ὧν ἐπιστέλλει· τὸ γὰρ, Αἱ ἐπιστολαὶ βαρεῖαι, τοῦτο σημαίνει. Καὶ ἵνα δόξωσι τὰ καθ' ἑαυτοὺς σεμνοποιεῖν, ὑπεκρίνοντο μὴ λαμβάνειν. Ὅπερ οὖν καὶ αὐτὸ αἰνιττόμενος