1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

1

In epistulam ii ad Thessalonicenses (homiliae 1-5)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ∆ΕΥΤΕΡΑΝ.

62.467 ΥΠΟΘΕΣΙΣ. ΟΜΙΛΙΑ Αʹ.

αʹ. Εἰπὼν ἐν τῇ προτέρᾳ ἐπιστολῇ, ὅτι Εὐχόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς, καὶ ὅτι Οὐ στέ 62.468 γομεν, ἀλλ' ἐν Ἀθήναις κατελείφθημεν μόνοι, καὶ ὅτι Ἔπεμψα Τιμόθεον, διὰ τούτων πάντων τὸν πόθον αὐτοῦ δηλοῖ, ὃν εἶχεν, ὥστε παραγενέσθαι πρὸς αὐτούς. Ἐπεὶ οὖν οὐκ ἔφθασεν ἴσως ἀπελθεῖν, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως αὐτῶν, τούτου χάριν τὴν δευτέραν προστίθησιν ἐπιστολὴν, τὸ ἐλλει 62.469 φθὲν ἀπὸ τῆς παρουσίας διὰ τῶν γραμμάτων ἀναπληρῶν. Ὅτι γὰρ οὐκ ἀπῆλθεν, ἐκεῖθεν ἔστι στοχάσασθαι· γράφων γάρ φησιν· Ἐρωτῶμεν δὲ ὑμᾶς ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν· ὅτι Περὶ τῶν χρόνων καὶ τῶν καιρῶν οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ὥστε εἰ παρεγένετο, οὐδὲν ἂν ἐδεήθη γράψαι· ἐπειδὴ δὲ τὸ ζήτημα ὑπερετίθη, τούτου χάριν προστίθησι ταύτην τὴν ἐπιστολὴν, καθάπερ καὶ ἐν τῇ πρὸς Τιμόθεόν φησιν, ὅτι Ἀνατρέπουσι τήν τινων πίστιν τινὲς, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι. Τοῦτο δὲ ἐποίουν, ἵνα μηδὲν μέγα λοιπὸν ἢ λαμπρὸν ἐλπίσαντες οἱ πιστοὶ, ἀπαγορεύσωσι πρὸς τοὺς πόνους. Ἐπειδὴ γὰρ αὐτοὺς ἡ ἐλπὶς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦναι, καθάπερ τινὰ ἄγκυραν ὁ διάβολος ἀποκόψαι βουλόμενος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καταθεὶς ἀνθρώπους τινὰς λυμεῶνας, ἐπεχείρει τοὺς πειθομένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα καὶ λαμπρὰ τέλος εἴληφε. Τότε μὲν οὖν ἔλεγον ἐκεῖνοι τὴν ἀνάστασιν ἤδη γεγονέναι· νῦν δὲ ἔλεγον, ὅτι ἐνέστηκεν ἡ κρίσις, καὶ ἡ παρουσία τοῦ Χριστοῦ, ἵνα καὶ τὸν Χριστὸν αὐτὸν ψεύδει ὑποβάλωσι, καὶ πείσαντες ὡς οὐκ ἔστι λοιπὸν ἀντίδοσις, οὐδὲ δικαστήριον καὶ κόλασις καὶ τιμωρία τοῖς κακῶς πεποιηκόσιν, ἐκείνους τε θρασυτέρους ἐργάσωνται, καὶ τούτους ταπεινοτέρους· καὶ τὸ δὴ πάντων χαλεπώτερον, ἐπεχείρουν οἱ μὲν ἁπλῶς ῥήματα ἀπαγγέλλειν, ὡς παρὰ τοῦ Παύλου ταῦτα λεγόμενα, οἱ δὲ καὶ ἐπιστολὰς πλάττειν ὡς παρ' ἐκείνου γραφείσας. ∆ιὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποτειχίζων ἔφοδον, φησί· Μὴ θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν. Μήτε διὰ πνεύματος, φησὶ, τοὺς ψευδοπροφήτας αἰνιττόμενος. Πόθεν οὖν εἰσόμεθα, φησί; ∆ιὰ τῆς προσθήκης· διὰ γὰρ τοῦτο προσέθηκεν· Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Οὐ τοῦτό φησιν, ὅτι τοῦτο σημεῖον· τοῦτο γὰρ εἰκὸς καὶ ἄλλους μιμήσασθαι, ἀλλ' ὅτι τὸν ἀσπασμὸν τῇ ἐμῇ χειρὶ γράφω· καθάπερ καὶ νῦν ἐφ' ἡμῶν ἐστιν· ἀπὸ γὰρ τῆς ὑπογραφῆς δῆλα γίνεται τὰ γράμματα τῶν πεμπόντων. Παρακαλεῖ δὲ αὐτοὺς σφόδρα τεταριχευμένους ὑπὸ τῶν κακῶν, ἀπό τε τῶν παρόντων ἐγκωμιάζων, ἀπό τε τῶν μελλόντων· καὶ ἀπὸ τῆς κολάσεώς τε καὶ τῆς ἀνταποδόσεως τῶν ἀγαθῶν τῶν ἡτοιμασμένων αὐτοῖς προτρέπων, σαφέστερον ἐπεξέρχεται τῷ τόπῳ, τὸν μὲν καιρὸν οὐκ ἀποκαλύπτων αὐτὸν, τὸ δὲ τοῦ καιροῦ σημεῖον, τὸν ἀντίχριστον, δηλῶν. Μάλιστα