1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

1

In epistulam ii ad Timotheum (homiliae 1-10)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ

ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ ∆ΕΥΤΕΡΑΝ.

ΟΜΙΛΙΑ Αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε λήματος Θεοῦ, κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ χά ρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χρι στοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Τί δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳ 62.600 ἐπιστολήν; Εἶπεν, Ἐλπίζω ἐλθεῖν πρὸς σὲ τάχιον· οὐκ ἐξεγένετο τοῦτο· παραμυθεῖται αὐτὸν διὰ γραμμάτων ἀντὶ τῆς παρουσίας, ἴσως τεθλιμμένον καὶ διὰ τοῦτο, καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι τότε. Κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται 62.601 τοὺς οἴακας καὶ τὴν κυβέρνησιν τῆς Ἐκκλησίας, ξενοπαθοῦσι, πολλοῖς πολλαχόθεν βαπτιζόμενοι πραγμάτων κύμασι, καὶ μάλιστα τότε, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν, ὅτε πάντα ἀνήροτα, ὅτε πάντα ἐχθρὰ, ὅτε πάντα προσίστατο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αἱρέσεις ἦσαν ἐξ Ἰουδαϊκῶν διδασκάλων ἀρχόμεναι, ἅπερ καὶ ἐν τῇ προτέρᾳ ἐνέφηνεν ἐπιστολῇ. Οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· Σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως, φησί· καὶ, Ἐρχόμενος φέρε τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. ∆οκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ ἐπιστολή· Ἐγὼ γὰρ ἤδη, φησὶ, σπένδομαι· καὶ πάλιν, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο. Ταῦτα δὴ πάντα διορθούμενος, καὶ τὴν παράκλησιν ποιεῖται ἀπὸ τῶν οἰκείων πειρασμῶν, καί φησι· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ. Εὐθέως ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν ἀπὸ τοῦ προοιμίου. Μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃς, φησίν· οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα τοιοῦτον οὐδέν ἐστιν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Οὐ γὰρ διὰ τοῦτο ἀποστόλους ἡμᾶς ἐποίησεν, ἵνα κινδυνεύσωμεν μόνον, φησὶν, ἀλλ' ἵνα καὶ ἀποθνήσκωμεν, ἵνα τοιαῦτα πάσχωμεν. Ἐπειδὴ γὰρ τὸ τὰ οἰκεῖα διελθεῖν κακὰ οὐχὶ παράκλησις μόνον οὐκ ἦν, ἀλλὰ καὶ προσθήκη λύπης, εὐθέως ἀπὸ τῆς ἀρχῆς ποιεῖται τὴν παραμυθίαν. Κατ' ἐπαγγελίαν, λέγων, ζωῆς τῆς ἐν Χριστῷ Ἰησῷ. Εἰ δὲ ἐπαγγελία ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· Ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς. Τιμοθέῳ ἀγαπητῷ τέκνῳ. Οὐχὶ ἁπλῶς, Τέκνῳ, ἀλλὰ, Ἀγαπητῷ. Ἔστι γὰρ εἶναι καὶ τέκνα μὴ ἀγαπώμενα· ἀλλ' οὐ σὺ τοιοῦτος, φησὶν, οὐδὲ τέκνον σε καλῶ ἁπλῶς, ἀλλὰ τέκνον ἀγαπητόν. Ἐπειδὴ καὶ Γαλάτας τέκνα καλεῖ, ἀλλ' ὅμως καὶ ἀλγεῖ ὑπὲρ αὐτῶν, Τεκνία μου, λέγων, οὓς πάλιν ὠδίνω. Μάλιστα δὲ πολλὴν αὐτῷ μαρτυρεῖ τὴν ἀρετὴν, ἀγαπητὸν καλῶν. Πῶς; Ὅταν γὰρ μὴ ἐκ φύσεως ᾖ ἡ ἀγάπη, ἀπὸ ἀρετῆς ἐστιν. Οἱ γοῦν ἐξ ἡμῶν τεχθέντες, οὐ δι' ἀρετὴν μόνον ἡμῖν εἰσιν ἀγαπητοὶ, ἀλλὰ καὶ διὰ τὴν τῆς φύσεως ἀνάγκην· οἱ δὲ κατὰ πίστιν ὅταν ὦσιν ἀγαπητοὶ, δι' οὐδὲν ἕτερόν εἰσιν, ἀλλ' ἢ δι' ἀρετήν· ἐπεὶ πόθεν ἄλλοθεν; καὶ μάλιστα παρὰ Παύλῳ τῷ οὐδὲν ποιοῦντι κατὰ πρόσκλισιν. Ἄλλως δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν, Τέκνῳ ἀγαπητῷ, ὅτι οὐκ ὀργιζόμενος πρὸς αὐτὸν, οὐχὶ καταφρονῶν αὐτοῦ, οὐχὶ κατεγνωκὼς αὐτοῦ, οὐ παρεγένετο. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται. Καὶ ὅρα πῶς εὐθέως ἐν τῷ προοιμίῳ πρὸς