1

 2

 3

 4

1

In exaltationem venerandae crucis

Εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ.

59.679 Πᾶσα μὲν ἡ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβολὴ μεγίστην χαρὰν

καὶ εὐφροσύνην τῷ γένει τῶν ἀνθρώπων κατεργάζεται. Πέφυκε γὰρ ἡ ἀνθρωπίνη φύσις, τῶν κρειττόνων ὀρεγομένη, ἀεὶ σπεύδειν ἐπὶ τὴν τῶν βελτιόνων κατάληψιν. Οὕτω γοῦν ἡδεῖα τοῖς πλέουσιν ἡ ἐκ χειμῶνος εἰς εὐδίαν καὶ γαλήνην μετάβασις· ἡδεῖα δὲ καὶ τοῖς ὁδοιπόροις ἡ ἐκ καμάτου ἐπ' ἀνάπαυσιν ἡσυχία· ἡδεῖα δὲ καὶ τοῖς λυπουμένοις ἡ ἐκ κατηφείας εἰς εὐφροσύνην μετάθεσις· ἡδυτέρα δὲ καὶ τοῖς νοσοῦσιν ἡ ἐξ ἀσθενίας εἰς ὑγίειαν καὶ εὐρωστίαν ἀνάληψις· ἡδεῖα δὲ καὶ τοῖς πολεμίοις ἡ ἀπὸ ἔχθρας εἰς φιλίαν καὶ εἰρήνην βεβαίωσις· ἡδυτέρα δὲ καὶ ἡ ἀπὸ τοῦ σκότους καὶ τῆς νυκτὸς εἰς τὴν ἡμέραν μετάπτωσις. Καὶ πᾶσα πρᾶξις, ὡς ἔστιν εἰπεῖν, ἡδυτέραν ἔχει τὴν ἐργασίαν, ὅταν ὄφελος μετὰ τοῖς ποθοῦσιν αὐτὴν ἀπεργάζηται. Οὕτω γοῦν ὁρῶμεν καὶ τὴν ὑπὸ Θεοῦ δεδομένην ἡμῖν ἀπόλαυσιν, τῇ μεταβολῇ τὴν εὐφροσύνην ἡμῖν παρεχομένην.

Σῖτος μὲν γάρ ἐστιν οὕτως ἡδύς· εἰς δὲ τὴν γῆν μετὰ κόπου καταβαλλόμενος καὶ πολυπλασιαζόμενος, ἡδύτερος ἀναδείκνυται μετὰ πάσης χαρᾶς εἰς πλῆθος τροφῆς λαμβανόμενος. Εἷς μὲν γάρ ἐστι τῷ σπόρῳ κόκκος εἰς ἀδηλίαν ῥιπτόμενος. Οὕτω καὶ φύσις ἀμπέλου ἡδυτέραν ἡμῖν παρέχει τὴν ἀνάπαυσιν, τῇ μεταβολῇ τοῦ καρποῦ τὸ ποτὸν ἀπὸ τοῦ ξύλου προφερομένη. Ἕλικες μὲν γὰρ καὶ φύλλα δριμυτάτην καὶ στυπτικωτάτην ἔχουσι τὴν ἐνέργειαν, ὡς μηδὲ στόματι δυνατὸν πρὸς γεῦσιν ἐφάψασθαι· σταφυλὴ δὲ σὺν ἕλιξι καὶ φύλλοις ἐν ἐνὶ ξύλῳ συμφυομένη, τοιαύτην γλυκεῖαν ἔχει τὴν αἴσθησιν, ὡς γλυκαίνειν τῶν πικρῶν καὶ λυπηρῶν τὴν ἕξιν, τὸν ἴδιον καρπὸν εἰς εὐφροσύνην τῇ πόσει παρεχομένη. Οὕτω καὶ τῆς ἐλαίας τὸ πρέμνον ἀειθαλὲς μὲν ἔχει τὸ φύλλον, ἀεὶ δὲ νεάζον τὸ δένδρον· φέρεται δὲ κατὰ καιρὸν ὁ καρπὸς, οὐχ ὁμοίως τοῖς πᾶσιν ἀπὸ τοῦ ξύλου φαινόμενος, ἀλλ' ἰδίαν τινὰ φύσιν ἐν ἑαυτῷ ἐπιδεικνύμενος. Ἄνθος μὲν γὰρ πρῶτον ὡς χοῦν λεπτότατόν ἐστι περιβαλλόμενος, ἐν μέσῳ δὲ τούτου αὐτός ἐστιν ὡς κέγχρος ἀναφυόμενος· καὶ βότρυϊ μὲν παρεοικὼς πλῆθος ἀναρίθμητον ἐπιδείκνυται, εἰς αὔξησιν δὲ προϊὼν, τοῦ πλήθους μὲν ὡς ἀνωφελοῦς ἀπαλλάττεται, καὶ πικρὸς μέν ἐστιν ἕως τέλους ἀπογευόμενος, ἄγευστος δὲ διὰ χειρῶν λαμβανόμενος· φύλαξ δὲ διὰ τούτου τῆς ἑαυτοῦ πιότητος γινόμενος, ἤδη τῆς πικρότητος τῇ μεταβολῇ τοσαύτην ἡδεῖαν παρέχει τὴν γεῦσιν, ὡς πάσης μὲν τρυφῆς ἄρτυμα παρεισφέρεσθαι, πάσης δὲ ἑστιάσεως κέρασμα πρὸς τὴν ζωὴν τῶν ἀνθρώπων γίνεσθαι. Καὶ οὕτω πᾶσα φύσις φυτῶν τε καὶ σπερμάτων τῇ μεταβολῇ τῶν καρπῶν τὴν εὐφροσύνην τοῖς πᾶσι παρέχουσιν. Ἐπεὶ τοίνυν τῶν χαλεπωτέρων ἐπὶ τῇ τῶν βελτιόνων μεταβολῇ τοσαύτην χαρίζεται τὴν ἀπόλαυσιν, φέρε δὴ, μεταβάντες ἐπὶ τὰ τούτων τιμιώτερα; θεασώμεθα πόσων ἡμῖν ἀγαθῶν πρόξενος γέγονεν ὁ σταυρὸς τοῦ Χριστοῦ, διὰ τῆς αὐτοῦ ἐνεργείας τοσαύτην μεταβολὴν ἀγαθῶν κατεργασάμενος. Εἰ γὰρ καὶ λυπηρὸς καὶ στυγνὸς ὁ τοῦ Κυρίου σταυρὸς ἀκουόμενος, ἀλλὰ χαρᾶς πλήρης καὶ φαιδρότητος ἔμπλεος, οὐ πάθους, ἀλλ' ἀπαθείας αἴτιος γενόμενος.

Εἰ δὲ καὶ σκάνδαλόν ἐστιν Ἰουδαίοις ὀνομαζόμενος, μωρία δὲ καὶ τοῖς ἔθνεσι κηρυττόμενος, ἀλλ' ἡμῖν τοῖς πιστεύουσι σωτηρία μνημονευόμενος. Εἰ γὰρ καὶ ἐν ἐκκλησίᾳ σταυροῦ ἀναγινωσκομένου, καὶ πάθους διὰ σταυροῦ μνημονευομένου, λαὸς ὁ σταυρῷ πιστεύων ἀγανακτεῖ ἐλεεινὴν φωνὴν καὶ γογγυσμὸν ἀφιέμενος, οὐ διὰ τὸν σταυρὸν, ἀλλὰ διὰ τοὺς σταυρώσαντας καὶ ἀπιστήσαντας. Σταυρὸς γὰρ