1
In filium viduae
Εἰς τὸν Υἱὸν τῆς Χήρας.
61.789 "Καὶ ἐγένετο καθεξῆς, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναῒν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὑτοῦ, καὶ αὕτη ἦν χήρα." Ὅλα τὰ πάθη, ἐλεεινὰ, καὶ πολλῆς συμπαθείας 61.790 μεστά. Μονογενοῦς υἱοῦ ἀπολυθέντος τῆς παρούσης ζωῆς, ἡ γλυκυτάτη μήτηρ ἐβόα, ὅτι Προσηγορίας μόνης γεγένημαι μήτηρ, ἧστινος τὰς ἐπὶ τῷ τοκετῷ ὠδῖνας ἐτρύγησεν ὁ θάνατος. Ἕνα βότρυν εἶχεν ἡ ἄμπελος, καὶ τοῦτον ἡ ζάλη τοῦ θανάτου συνέτριψε· μίαν βακτηρίαν ἐκέκτητο, καὶ ταύτην ὁ κοινὸς ἀνείλετο θά 61.791 νατος. Ἀχαράκωτον ὑπῆρχε τὸ γύναιον, καὶ τῆς βακτηρίας ἐστέρητο· ἀβίωτον ἐθεώρει τὸν βίον. Λοιπὸν οὐδὲ τὴν τυχοῦσαν εἶχε παραμυθίαν, υἱὸν τὸν μονογενῆ ἀπολέσασα. ∆ιπλῷ τῷ πόνῳ συνείχετο· ἀπαραμύθητον εἶχε τὸ ἄλγημα· οὐδεὶς ἐπικουφίσαι τὴν ὀδύνην ἠδύνατο· ποταμηδὸν κατὰ τῶν παρειῶν ἔῤῥει τὰ δάκρυα, καὶ ἀφόρητον ἡ γυνὴ τὸ πένθος ἐκέκτητο. Κατενόει τὴν τοῦ παιδὸς ὡραιότητα· τῇ στοργῇ τὰ σπλάγχνα τῆς διανοίας ἐτέμνετο. Καὶ αὕτη χήρα τὸ πᾶν γέγονε, τὸ πάντων βαρύτατον, τὸ πάντων ἐλεεινότερον· καὶ τοῦ ἀνδρὸς, καὶ τοῦ μονογενοῦς ἐστέρητο. Ὄντως ἐλεεινὸν τὸ τῆς χήρας ὄνομα, οἴκτου πεπληρωμένον, δακρύων μεμεστωμένον, συμπαθείας ἐχόμενον.
Οὐδεὶς τῶν βλεπόντων ἀπένθητος ἔμεινεν· ἔστενον πάντων τὰ σπλάγχνα· οὐχ εὕρισκον πρῶτον τίνα πενθῆσαι, τὸν τεθνηκότα παῖδα, ἢ τὴν ζῶσαν χήραν. Ἀλλ' ἐσφάλην τὴν χήραν ζῶσαν προσειπών· ποία γὰρ χήρα ζωὴν ζῇ; κἂν γὰρ δοκῇ ζῇν (πρὸς τὰ παρόντα λέγω, οὐχὶ δὲ πρὸς τὰ μέλλοντα), τέθνηκε. Χήρα γὰρ ἐν τοῖς παροῦσιν εἰ μὲν εὔπορος ἦν, μικρόν πως κλέπτεται τὴν ὀδύνην, ἀλείφει τὴν προσδοκίαν, θεραπεύεται τὸ τραῦμα, καὶ κουφίζεται τὸ ἄλγος, νευροῦται τῇ καρποφορίᾳ καὶ βραχύ τι πολλάκις καθεύδει. Εἰ γὰρ καὶ πολλὰ τὰ λυποῦντα, καὶ οἱ διαρπάζοντες αὐτῆν ἕτοιμοι, ἀλλ' ὅμως τῆς πενίας ἀπούσης, ἐλαφρότερον τὸ βαρύ. Χήρα δὲ πενιχρὰ λιμὴν δακρύων, καὶ φρέαρ πειρασμῶν, ἀτείχιστος πόλις, ἄνυδρος πηγὴ, μήτηρ στεναγμοῦ, εὐφροσύνης παράσιτος, οἰκοδέσποινα πενίας, ἀφορίας ψηφίστρια, λιμοῦ πάροικος, ὀδύνης ὑφάντρια, βακτηρία συντετριμμένη, χαλεπὸν ἀπάντημα, πικρὸν συνοικέσιον, ἀκαλλώπιστον ἄγαλμα, ἠρημωμένη στήλη, ἄῤῥιζον δένδρον, ἀφώτιστος ὁμίχλη, ἐκκλησίας πρόθυρον, ποικίλων εὐχῶν ἐπινοήτρια, κατ' ἐχθρῶν πεπαῤῥησιασμένη, κατήγορος κατ' αὐτῶν· καὶ ὡς ἀνδρὶ, τῷ Θεῷ καταβοῶσα, καὶ ἔκδικον ἑτοιμοτάτην ἔχουσα τοῦ Θεοῦ τὴν ὀργὴν ἐκδίκησιν, σχίζουσα τοὺς οὐρανοὺς ταῖς πρὸς Θεὸν ἐπιτυχίαις, πεπικραμμένη καρδίᾳ· τύπτουσα τὸ στῆθος, ὥσπερ δήμιος, εἰ μὴ ταχὺ εὕροι τοῦ Θεοῦ τὴν βοήθειαν, εἰς ἐκδίκησιν τῶν ἐπιβαινόντων αὐτῇ εἰς ἀδικίαν. Καὶ ἡ ἄτεκνος, ἐπὶ γῆς πενιχρὰ, ἀπροστάτευτος, κινεῖ τὸν Θεὸν σὺν πάσαις αὐτοῦ ταῖς ἐπουρανίαις ∆υνάμεσιν, εἰς ὀργὴν καὶ ἀγανάκτησιν τῶν οὐ θελόντων πείθεσθαι, κριτὴν εἶναι τὸν Θεὸν χηρῶν καὶ ὀρφανῶν. Εἰ δὲ συμβῇ αὐτῇ παῖδα προσεῖναι, μικρόν πως τέρπεται τῇ ἡλικίᾳ, καὶ κλέπτεται τῇ προσδοκίᾳ, νευροῦται τῇ καρποφορίᾳ. Βλέπει τὸν κλάδον, καὶ τὴν ῥίζαν ἀσπάζεται· τὸν βότρυν κρατεῖ, καὶ τὸν φυτεύσαντα φιλεῖ· ἔχει τὸ μέρος, καὶ τὸ ὅλον λογίζεται· τῷ ζῶντι συμπλέκεται, καὶ τὸν νεκρὸν οὐ βδελύσσεται· τὸν χαρακτῆρα τοῦ παιδὸς κατανοεῖ, καὶ τὴν εἰκόνα τοῦ πατρὸς ἐσοπτρίζεται. Καὶ ἕως μὲν περίεστι τὸ παιδάριον γαληνότερον ἡ χήρα κυματίζεται ἐν τῇ τοῦ βίου τρικυμίᾳ·